Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἄρης καὶ Φαέθων κατεναντίον ἀλλήλοισιν
  2. ἄμφω κέντρον ἔχοντες | ἀνωμαλίην βιότοιο
  3. [*](216)
  4. ἀνθρώποις ἐπάγουσι, | καὶ ἐκ φιλίης ἐλάσουσιν,
  5. [*](217)
  6. καὶ προκοπῆς στερέουσιν, | ἐπεὶ Διὸς ἔπλετο πλοῦτος
  7. [*](218)
  8. καὶ δόξαι καὶ σωφροσύναι καὶ πίστιες ἐσθλαί,
  9. ἐκ δʼ Ἄρεος πενίη τε κακὴ θόρυβοί τε μάχαι τε,
  10. ἐγκλήσεις μεγάλαι, περὶ σώματος ἔσθʼ ὅτʼ ἀγῶνες·
  11. οὗτοι δʼ εὔποροί εἰσιν, ἀπʼ εὐπορίης δὲ πένονται·
  12. ἢν δὲ μεσουρανέῃ Πυρόεις, τέλος αἰνὸν ἔχουσιν.
  13. κέντρον ἔχων Φαέθων Μήνης μέτα καὶ Κυθερείης,
  14. ἤν πως φωσφορέουσα Σελήνη τῷδε συνάπτοι,
  15. ἄρχοντας μεγάλους, εὐδαίμονας, ἔμφρονας ἄνδρας,
  16. ἐνδόξους, στροφίοισι καρήατα κοσμηθέντας,
  17. πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν.
  18. 94
    [*](A)[*](36)
  19. Ἀμφότεροι δύνοντες ὁμοῦ Κρόνος ἠδὲ καὶ Ἄρης
  20. Μήνης Ἠελίου τε καταντίον ἑστηώτων,
  21. ῥέζουσʼ ἐμμανέας, πάσας φρένας ἐξολέσαντες·
  22. οἴονται δʼ ὁράαν νεκύων σκιοειδέα μορφήν,
  23. οἱ δὲ καὶ εὐφρονέοντες ἀεικέα πήματʼ ἔχοντες
  24. πίπτουσιν συνόδοισι Σεληναίης ὑπὸ ῥιπῆς.