Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης.
  2. Ἄρης καὶ Παφίη κέντρων ὅτʼ ἂν ὦσιν ἄνακτες·
  3. μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν.
  4. Ἑρμείας δʼ ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν,
  5. τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι.
  6. [*](A)[*](3)
  7. Ἠέλιος κέντροισι παρὼν κερόεσσά τε Μήνη,
  8. ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέ τʼ ἐναλλάξ,
  9. γεννῶσιν βασιλῆας ὑπερθύμους τε δυνάστας.
  10. ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες
  11. θηλυτέρης Κύπριδός τε καὶ ὡρονόμοιο κατιθύ,
  12. ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας
  13. 86
  14. τέρπεσθαι, μέγα θαῦμα· γυναιμανέες γὰρ ἐοῦσαι
  15. ἀργαλέως γαμέουσιν ἐς ἀργαλέην φιλότητα.
  16. [*](C)[*](4)
  17. Κριὸν ἐποπτεύων Κρονίδης ἐπίκεντρος ὑπάρχων,
  18. ἢ καὶ σκόρπειον κυανόχροον οἶκον Ἄρηος,
  19. ἐσθλὸς ἔφυ, ῥέζει δὲ καὶ ἀνέρας ἡγεμονῆας. [*](E) [*](5)Ἐσθλὸς ἔφυ Κρονίδης, ῥέζει δὲ καὶ ἡγεμονῆας,
  20. ἄρχοντάς τʼ ἰδίης πάντοτε πραγματίης.
  21. [*](6)
  22. Ἑρμείας καὶ Θοῦρος ἐπὴν τετρ άγωνοι ἔωσιν,
  23. πολλάκι κινδύνους περὶ σώματος εὑρίσκουσιν·
  24. ἢν δʼ ἄρα καὶ δύνωσι, κακίονες οἵδε, μάλιστα