Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐκσώσει θανάτοιο, κακῶν δʼ οὐκ ἔσσετʼ ἀρωγός.
  2. [*](B)[*](33)
  3. Τίπτε μάτην, ἄνθρωπε, θυηπολέεις μακάρεσσιν;
  4. τίπτε μάτην τρισέλικτος ἀνʼ οὐρανὸν ἤλυθε κνῖσα;
  5. ἴσχεο· οὐ γὰρ ὄνειαρ ἐν ἀθανάτοιο θυηλαῖς.
  6. οὐ γάρ τις δύναται γένεσιν μετατρεψέμεν ἀνδρῶν,
  7. ἥθʼ ἅμα νηπιάχοις συγγίγνεται ἀνθρώποισιν,
  8. εὐθύ τε Μοιράων εἱλίσσεται ἀμφὶ μίτοισιν,
  9. 93
  10. κλώσμασιν ἀρρήκτοισι σιδηρείοισί τʼ ἀτράκτοις.
  11. ῥέζε Κρόνῳ καὶ Ἄρηι καὶ Ἕρμῇ καὶ Κυθερείῃ
  12. καὶ Διὶ καὶ Μήνῃ τε καὶ Ἠελίῳ βασιλῆι·
  13. οὗτοι γὰρ κρατέουσι θεῶν, κρατέουσι καὶ ἀνδρῶν,
  14. πόντου καὶ ποταμῶν πάντων ῥοθίων ἀνέμων τε,
  15. καὶ γῆς καρποφόροιο καὶ ἠέρος ἀενάοιο.
  16. [*](E)[*](34)
  17. Πλησιφαὴς Κρονίωνι συναντήσασα Σελήνη
  18. εὐτυχέας ῥέζει καὶ μακαριστοτάτους·
  19. εἰ δὲ λίποι Κρονίωνα φάει πλήθουσα Σελήνη,
  20. οὐκέτι τὴν αὐτὴν ἐντὸς ἔχει δύναμιν·
  21. ἀλλὰ κακῶν ῥεκτεῖρα πέλει λείπουσα πρὸς αὐτόν·
  22. ἔκφρονας, αἰνομόρους ἢ νοσεροὺς τελέσει,
  23. ἀμβλύτερόν τʼ ἐτέλεσσεν ἔμεν βίον ἐν καμάτοισιν, ---