Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ζεὺς δʼ ἐσιδὼν τούτων ἐσθλὸν ἔθηκε τέλος.
  2. 92
    [*](C)[*](30)
  3. Ἄρεα δʼ ἢν κατέχῃ δεινὸν θεὸν αἰθέριος λίψ,
  4. πολλῶν αἴτιός ἐστιν ἐν ἀνθρώποισιν ἀνιῶν·
  5. λύπας καὶ θορύβους, ἐγκλήματα καὶ σίνος αἰνόν, ἢ πάθος ---
  6. ἢ πέλαγος πλώουσιν, ἑὴν πάτρην προλιπόντες.
  7. [*](A)[*](31)
  8. Ἑρμείας, Παφίη, πολιὸς Κρόνος ἢν μὲν ἔχωσιν
  9. τὴν πρῆξιν, ῥέζουσιν ἀμύμονας ἰητῆρας,
  10. ἤπια φάρμακʼ ἔχοντας, ἀνώδυνα φαρμάσσοντας·
  11. εἰ δὲ Ζεὺς ἐσίδοι, πολυόλβους εὐτυχέας τε,
  12. πλούτῳ τιμήεντας, ἀγακλέας ἀνθρώποισιν.
  13. [*](A)[*](32)
  14. Ὅσσαι δʼ ἄν κεν ἔχωσιν ὑπὲκ συνόδοιο φυγοῦσαν
  15. Μήνην, φωσφορέουσαν ἔτʼ ἔμπεδον, ὀρνυμένην τε,
  16. Ἄρεϊ συμβάλλουσαν ἀνηλέι καὶ Κρόνῳ αἰνῷ,
  17. ἔμβρυα μὲν φθείρουσι μινυνθάδιʼ οἷσι χρόνοισιν,
  18. μηδὲ βροτῶν μορφὴν ἐγγάστριον αὐξήσαντα,
  19. σαρξὶ δὲ θηρείῃσι πανείκελα ῥυστήσασαι
  20. ὠμοτόκοις ὠδῖσιν ἐς ἠελίου φέρον αὐγάς·
  21. αὐταὶ δʼ ἀμφὶ πόνοισιν ἀνηλέα κωκύουσαι
  22. εἰς Ἄιδος κατίασιν ἀνοστήτοιο μέλαθρον·
  23. εἰ δὲ Ζεὺς ἐσίδοι, ψυχὴν μάλα πολλὰ παθοῦσαν