Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἔγκυον ὠδίνουσιν ἑὸν μόρον ἐντὸς ἔχοντες.
  2. Ἄρεα δʼ ἢν λείψασα Σεληναίη φορέοιτο,
  3. ἀνέρας ἐκτήκει κρυφίμων ἄπο πολλάκι νούσων,
  4. ἥπατος ἢ σπληνὸς τρυχουμένου ἠὲ νεφροῖο,
  5. ἢ κραδίην παρέτριψε νοήμονα, μητέρα βουλῆς,
  6. πνεύμονά θʼ ἑλκήεντα, κακὴν νόσον ἀνθρώποισιν,
  7. οἵπερ δὴ μογέοντες ἀποπτύουσιν ὄλεθρον
  8. βηχὸς ἀνιάτοισιν ἐλαυνόμενοι στροφάλιγξιν,
  9. λεπταλέοι θυμοῖσι καὶ ἀδρανέες μελέεσσιν
  10. πίνοντες καὶ ἔδοντες, ἀειθανὲς ἦτορ ἔχοντες.
  11. [*](A)[*](28)
  12. Ἄρης ἡμερινοῖσι μεσουρανέων τάδε ῥέζει·
  13. πρῶτον μὲν γονέων βίον ὥλεσε, καὶ λέχος αὐτῶν
  14. χωρίζει θανάτῳ κακῷ ἠὲ διχοστασίῃσιν·
  15. αὐτοὺς δʼ ἐν πολλοῖσιν ἐγύμνασε πήμασιν αἰεί,
  16. θλίψεσιν οὐλομέναις τε καὶ ἀργαλέαις πενίῃσιν,
  17. κινδύνοις, βλαβέεσσι, δανείσμασιν, ἐνδείῃσιν·
  18. πολλάκι καὶ θανάτῳ στυγεροῦ θνήσκουσι σιδήρου
  19. ἄστεγοι ἠδʼ ἀγύναιοι ἄτεκνοί τʼ ἐν νεότητι. [*](E) [*](29)---
  20. ἀνέρας ἐκτήκει πολλάκις ἐκ κρυφίμων,
  21. πολλάκι δʼ ὠκυμόρους στυγερῷ διόλεσσε σιδήρῳ·