Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ στάχυν ἄρσενα δεινῷ ἀποτμήξειε σιδήρῳ.
  2. ἢν δὲ Κύπρις διάμετρον ἔχοι Κρόνον ἠδὲ Σελήνην,
  3. Ἄρης δʼ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην,
  4. Ἑρμείας δʼ ἄρα κέντρον ἔχοι μέσον, ἠδὲ καὶ αὐτὸς
  5. μαρτυρίην τούτῳ κρνερὸς Κρόνος ἀμφιβάλοιτο,
  6. εὐνούχους στείρους, οὔτʼ ἄρσενας οὕτε γυναῖκας,
  7. ἄχνοας, αἰὲν ἐόντας ἀπειρήτους φιλότητος,
  8. ἔσθʼ ὁτὲ δʼ ἑρμαφρόδιτον ὁμώνυμον ἀθανάτοισιν ---
  9. 90
    [*](E)[*](22)
  10. Ἄρης δʼ ἢν τετράγωνον ἴδοι καλὴν Ἀφροδίτην,
  11. μαρτυρίην τούτῳ καὶ Κρόνος ἀμφιβάλοι,
  12. εὐνούχους στείρους ὁτὲ δʼ ἑρμαφρόδιτον ἔτευξαν
  13. δισσάς, ἀχρήστους εἰς ἓν ἔχοντα φύσεις.
  14. [*](A)[*](23)
  15. Υἱὸς δʼ υἱωνός τε Κρόνου Ζεὺς ἠδὲ καὶ Ἑρμῆς
  16. ἀμφότεροι βαίνοντες ὁμοῦ καὶ κέντρα λαβόντες,
  17. τεύχουσιν ῥητῆρας ἢ ἐκ λόγου ἢ καλάμοιο
  18. γραπτῆρας πινυτούς, ἢ καὶ πολυκερδέας ἄνδρας,
  19. ἐμπορίην φιλέοντας, ἀεὶ πρηκτῆρας ἐόντας.
  20. [*](A)[*](24)
  21. Μήνη φωσφορέουσα καὶ Ἄρεϊ συμβάλλουσα
  22. ἕκτον ἔχοντι τόπον, σίνος ἀνδράσιν αὐτίκα ῥέζει·
  23. ἀμφὶ πόδας τέμνονται ὑπʼ ἀνδροφόνοιο σιδήρου,