Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Χαίροις, Πτολεμαῖε, λαχὼν βασιληίδα τιμὴν
  2. γαίης ἡμετέρης, κοσμοτρόφου Αἰγύπτοιο·
  3. ἄξιά σοι τάδε δῶρα φέρω βασιληίδος ἀρχῆς,
  4. ἄστρων οὐρανίων τε φάσεις ἀπλανῶν τε πλάνων τε,
  5. ὅσσα βροτοῖς τελέουσιν ἐπιβλέψαντες ἐν ἀρχαῖς,
  6. 85
  7. σπειρομένοις καὶ τικτομένοις δειλοῖσι βροτοῖσιν,
  8. Μοιρῶν ἀρρήκτοισι μίτοις θεσμοῖσί τʼ Ἀνάγκης,
  9. νύκτας ἄυπνος ἐὼν καὶ ἐν ἤμασι πολλὰ μογήσας,
  10. ὅππως σοι βίβλους, ἅσπερ κάμον, ἅσπερ ἔτευξα,
  11. τάς σοι ἐγ πέμψω καμάτων σφετέρων μέγʼ ὄνειαρ,
  12. ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις
  13. εἴρηκεν, τάδε πάντα μάλʼ ἀτρεκέως καταλέξω
  14. ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν,
  15. ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν,
  16. οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο.
  17. [*](1)
  18. Ἠέλιον, Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα,
  19. Κύπριδά τʼ εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια.
  20. [*](A)[*](2)
  21. Ἢν Κρόνος Ἠέλιός τʼ ἄμφω κατίδωσι Κυθήρην,
  22. δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις,
  23. καὶ δούλαις μίσγουσιν, ἑταιρίσι δʼ ἤθεα φαύλαις