Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Περὶ δὲ τῆς οἰκονομίας καὶ διοικήσεως προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ἐπιλόγων ἀναγκαῖον προειπεῖν τοσοῦτον, ὅτι τοῖς μὲν προοιμίοις πλείοσιν ἐν τοῖς μεγάλοις πράγμασι καὶ διαβεβλημένοις χρηστέον ἐὰν δὲ

303
ὑπὲρ μικρῶν καὶ φαύλων ὁ λόγος , μικρὸν ἔστω τὸ προοίμιον. χρηστέον δὲ τοῖς προοιμίοις καὶ πρὸ τῶν. παραδόξων ἐπιχειρημάτων, καὶ πρὸ παντὸς τοῦ μέλλοντος δόξειν οὕτω πως ἔχειν, κἀν ταῖς ἀρχαῖς κὰν ταῖς τελευταῖς τῶν κατασκευαζομένων, ὡς ἄν ἀφορίζῃς καὶ διαρθροῖς τὰ εἰρημένα, καὶ τὸν λόγον ἀναλαμβάνῃς μερίζων ταῖς τῶν προοιμίων ἐμβολαῖς τὰ ζητούμενα· πιθανώτατον γὰρ τοῦτο καὶ ῥητορικώτατον τὸ γένος τῶν λόγων ὃ κέκληται προοίμιον, ἡ παρασκευὴ καὶ θεραπεία τῶν ἀκροωμένων. ὅτῳ δὲ ἂν λόγῳ μὴ προσῇ ταῦτα, στέρεται τῆς πιθανότητος ἀναισθησίαν ἐνδεικνύμενος τοῦ λέγοντος καὶ πολλὴν ἀμαθίαν, εἰ μήτε ὧν πάσχουσιν οἱ ἀκούοντες μήτε ὧν αὐτὸς λέγει πραγμάτων κριτὴς γίνεται διʼ ὧν αἱ τῶν προοιμίων ἔννοιαι παρίστανται πραϋνόντων, ἐπαγγελλομένων ἐπαγωγήν, συγγνώμην ἡμῖν αἰτουμένων, προτυπουμένων τὰ μέλλοντα καὶ προκαθισταμένων τὴν ἀκρόασιν ἐξ ὧν ἂν ὑπείπωμεν.

Ἀλλὰ καὶ περὶ διηγήσεως λεκτέον, ὅτι καὶ διὰ πλειόνων καὶ ἐλαχίστων εἴποις ἄν τὴν δήλωσιν τῶν πραγμάτων, [*](557) ἄν μὲν πολλὰ πράγματα, διὰ πολλῶν, ἂν δὲ ὀλίγα, διʼ ἐλαχίστων. ἐπεκδιδάξεις γὰρ εἰς προτάσεις ἄγων καὶ πολλὰς διηγήσεις τὰς ἐπὶ μέρους κατʼ εἶδος ὀνομάζων ἐν τοῖς προοιμίοις ὄ μέλλεις ἀποδεικνύειν καὶ διηγεῖσθαι εἰ γὰρ πάντα ἅμα ἀθρόως ἐρεῖς, ταράξεις τε καὶ ταραχθήσῃ.

Ἐν δὲ τοῖς κεφαλαίοις τοῖς τῶν πίστεων καὶ τοῖς εἴδεσι τούτων πρῶτα θήσεις καὶ τελευταῖα τὰ πάντων κράτιστα, καὶ ἐξελέγξεις τὰ τῶν ἀντιδίκων, τὰ σαθρὰ καὶ ἀσθενῆ τῶν εἰρημένων ὑπʼ ἐκείνων προτάττων, καὶ ὅσα ῥᾳδίως λῦσαι δυνήσῃ, προτενεῖς δὲ οὐχ ὁμοίως ἐκείνοις, ἀλλʼ οἷόν τε μάλιστα εὐεπιχείρητον εἶναί σοι· εἰ γὰρ ἀπὸ τῶν ἰσχυροτάτων ἄρχοιο τῶν ἐχθρῶν ὄντων ἀλύτων, ἢ

304
τὰ σμικρότατα σαυτοῦ προτάττοις, διαβεβλήσῃ πρὸς τοὺς ἀκούοντας, νήφοντος τοῦ δικαστοῦ καταρχὰς καὶ μέγιστα, καὶ σαφῶς ἀκοῦσαι θέλοντος.

Ἡ δὲ φύσις τῶν ἐπιλόγων ἀντιστρόφως τοῖς προοιμίοις ἔχουσα εὑρίσκεται. τὰ γὰρ αὐτὰ καὶ προοιμιαζομένοις πολλάκις καὶ προτρέπουσι τοὺς δικαστὰς πρέπει κατὰ τὸ σχῆμα τῶν ἐπιλόγων διενήνοχε δὲ ὅμως τῷ μέτρῳ. πλείω γὰρ ὡς τὸ πολὺ ἐπὶ τῶν ἐπιλόγων ἐγχωρεῖ πρὸς τοὺς δικαστὰς εἰπεῖν ἢ διὰ τῆς ἀρχῆς καὶ τῆς παρασκευῆς. καὶ καταρχὰς μὲν ἐπαγγελίαν ἔχει καὶ μερισμὸν τῶν κεφαλαίων τὸ προοίμιον· καὶ τὴν μὲν ἐπαγγελίαν ἔχει τῆς ἀποδείξεως, τὸν δὲ μερισμὸν εὐμαθείας ἕνεκατῷ δὲ ἐπιλόγῳ τοιοῦτον μὲν οὐδέν, αὔξησις δὲ καὶ ἀνάμνησις [*]((713)) τῶν ἤδη λεχθέντων καὶ τῆς ὑποθέσεως τῆς ἐκ τῶν προοιμίων συντετελεσμένης.

[*](558)

Οὐκ ἐλάχιστον δὲ μέρος τῆς μεθόδου τῆς κατὰ τὴν ῥητορικὴν τέχνην τὸ τῆς λέξεώς ἐστι· τὰ γὰρ ἐνθυμήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου φαίνεται τοιαῦτα τοῖς ἀκούουσιν, ὁποῖά ποτʼ ἂν εἴη τὰ τῶν λέξεων. φῶς γὰρ ὥσπερ τῶν νοημάτων τε καὶ ἐπιχειρημάτων ὁ τοιοῦτος λόγος, ἀποσαφῶν τοῖς δικασταῖς τὴν πιθανότητα τῆς πίστεως· οὐ τοίνυν ἀμελητέον αὐτῶν, ἀλλʼ ὡς ἔνι μάλιστα φυλακτέον παραδείγμασι χρωμένους τοῖς ἄριστα τῶν ῥητόρων τούτῳ τῷ μέρει χρησαμένοις, καὶ περικαλλῶς τε καὶ ποικίλως τὴν ἐξαγγελίαν ἠσκημένοις· πλέον γὰρ οὐδʼ ὁτιοῦν ἔσται τῆς ἀγχινοίας καὶ τῆς ὀξύτητος τῆς ἐπὶ τῇ κρίσει καὶ διαιρέσει καὶ περισκέψει τῆς γνώμης καὶ τῶν καθʼ ἕκαστον λογισμῶν, εἰ μὴ συνθεῖναι τῇ βελτίστῃλέξει τὰ νοήματα, καὶ ῥυθμοῖς χρήσῃ πρεπωδεστάτοις ἐκλέξει τε καὶ θέσει τῶν ὀνομάτων καὶ πλήθει ῥημάτων.

305
πολλὰ γὰρ τὰ κηλοῦντα τὸν ἀκροατὴν ἄνευ τῆς διανοίας καὶ τῆς πραγματικῆς κατασκευῆς καὶ τῆς ἠθικῆς πιθανότητος· τὸ γὰρ μουσικὸν καὶ εὔτακτον τῆς ἑρμηνεύσεως ἔμφυτον ἅπασι καὶ τοῖς ἀγελαίοις ζῴοις, οὔτι γε πολιτικῷ τε καὶ λογικῷ καὶ τάξεως αἴσθησιν εἰληφότι. εἰ τοίνυν τὸ μουσικόν τε καὶ ἐναρμόνιον καὶ ῥυθμικὸν [*](559) ξύμμετρόν τε καὶ ξυμμελὲς ἐξεργάσαιο καὶ διαπονήσαις εἰς τὸ ἀκριβέστατον, τῶν μὲν ἀφαιρῶν μέρη, τοῖς δὲ προσάπτων, ἐν καιρῷ καὶ χρείᾳ καὶ καλλονῇ διαμετρῶν τὸ δέον, ἔσται σοι πιθανώτατος ὁ λόγος καὶ ῥητορικώτατος, οἵα τε ἡ παρʼ Ὁμήρῳ ποίησις μὴ παρὰ φαῦλον ἡγησαμένῳ μηδὲ ἐν εὐτελεῖ, ἀναγνωστέον ἐν εὐτελεῖ ἑκάτερον γὰρ αὐτῶν ἔχει λόγον εὐπρεπῆ· τὸ τοιοῦτον, καὶ παρʼ Ἀρχιλόχῳ τῷ Παρίῳ. καὶ γὰρ οὗτος ἤσκηται· ἔτι δὲ καὶ τὸ τῶν τραγῳδοποιῶν φῦλον καὶ τὸ τῶν κωμῳδῶν, μελοποιῶν τε καὶ τῶν τοιούτων, τό τε τῶν σοφιστῶν, ὅπου μηδὲ τοῖς φιλοσοφοῦσιν ὑπερεώραται καὶ παρημέληται· τῷ μὲν γὰρ Πλάτωνι καὶ τῷ Ξενοφῶντι Αἰσχίνῃ τε καὶ Ἀντισθένει περιττῶς διαπεπόνηται καὶ ἱκανῶς ἠκρίβωται. τῶν δὲ ῥητόρων τῷ κορυφαίῳ ταύτην εἶναι συμβέβηκε τὴν ἀρετήν, καὶ παρὰ τοῦτο κρατεῖν ἂν δοκοίη τῶν ἑτέρων τῶν ἐκ ταὐτοῦ γένους.

Τὸ δὲ ἔργον αὐτῆς σαφῶς τε καὶ καθαρῶς διελθεῖν γνωρίμως τε καὶ γνωστῶς τοῖς ἀκούουσι, καὶ παρὰ τοῦτο μηδὲν ἐλλιπεῖν τῆς σεμνότητος, ἀλλὰ δοκεῖν μὲν κατὰ τὰ αὐτὰ τοῖς πολλοῖς συντιθέναι τὰ μόρια καὶ τὰ σημαίνοντα τὰ πράγματα τῆς διανοίας σύμβολα, συγκεκρᾶσθαι δὲ τῷ γνωστῷ καὶ τὸ ξένον, ἔτι δὲ τὸ καινόν τε καὶ περικαλλὲς τῆς ἀφηγήσεως· δεῖ γὰρ δύο τούτους ποιήσασθαι [*](560) σκοπούς, τὴν δήλωσιν τοῦ πράγματος καὶ τὸ μεθʼ ἡδονῆς δηλοῦν. οὐ γὰρ ψυχαγωγήσεις μὴ γοητεύων μετά τινος χάριτος καὶ ἡδονῆς μεταβολῇ τε καὶ ποικιλίᾳ τῶν

306
ὀνομάτων εἰ δὲ ὑπερβαίνοις ἀκαίρως ἀπαρτῶν τὸν λόγον μιᾶς λέξεως καὶ μετατιθεὶς τὴν ἀκολουθίαν, πρὸς ὀργὴν ἥξεις καὶ πρὸς ἀχθηδόνα, καὶ ἀμφίβολον τὴν λέξιν καὶ μεγάλας ἐλλείψεις ἔχουσαν, κἂν ὑπὲρ τὸν καιρὸν ἡ περίοδος περιγράφηται, καὶ τούς ὅρους μείζονας τοῦ μέτρου λαμβάνειν. πεφύλαξο δὲ τοῖς λίαν ἀρχαίοις καὶ ξένοις τῶν ὀνομάτων καταμιαίνειν τὸ σῶμα τῆς λέξεως καὶ τὴν ὑφὴν τῆς παρασκευῆς. οὐκ ἀχρεῖον δὲ οὐδὲ τῶν Ἰσοκράτους παραγγελμάτων ἐντρέπεσθαι, μὴ τραχύνειν τὸν λόγον τῇ παραθέσει καὶ συμπλοκῇ τῶν καλουμένων φωνηέντων, ἃ τὴν κρᾶσιν οὐκ ἀνέχεται καὶ τὸν λόγον [*](561) οὐχ ὁμοίως συνυφαίνειν ἔοικεν, οὔτε λείως τε καὶ ἀπταίστως εἰς τὴν ἀκοὴν παρίησιν, ἀλλʼ ἐπιλαμβάνεται τοῦ πνεύμονος καὶ ἐπίσχει τὸ πνεῦμα τῆς φωνῆς. τῆς δʼ εὐρυθμίας τὸ γνώρισμα δῆλον τῷ συνειθισμένῳ τὸ τῶν εὐρύθμων καὶ ἀποτετορνευμένων καὶ στρογγύλων ἀποδέχεσῦαι λόγων, καὶ τετριμμένῳ τὰ ὦτα πρὸς τὴν σύνθεσιν τῶν τε σεμνῶν καὶ ἀρχαίων λόγων, ὧν κατέλεξα [*]((714)) τοὺς εὑρετὰς καὶ πρώτους φήναντας τὰ παραδείγματα τῆς καλλιλογίας. ἴδοις δʼ ἂν αὐτοὺς προσέχων τὴν γνώμην παρὰ μέρη διῃρημένους τὴν κατὰ τὴν εὐφωνίαν ἐπιμέλειαν. ἢ γὰρ προσέθεσάν τι μόριον τῷ κοινῷ καὶ ἁπλῶς καὶ ἀργῶς λεγομένῳ καὶ κατὰ τοὺς πολλοὺς καὶ ἰδιώτας τῷ δημοσιεύοντι λόγῳ καὶ παρὰ πᾶσι λεγομένῳ· τὸ γὰρ παίζεις παντὸς εἰπεῖν καὶ τοῦ προστυχόντος, παίζεις δὲ ἔχων τινὰ ἴδιον τύπον φωνῆς καὶ διαλέκτου παρίστησι· πολλὰ δέ ἐστι τῶν προστιθεμένων ἐκ περιουσίας, καὶ πάντα σχεδὸν τὰ μέρη τοῦ λόγου μέχρι καὶ γραμμάτων· ἐπιβάλλουσι δὲ καὶ δύο μέρη πολλάκις καὶ πλείονα. καὶ περὶ τούτων τηρητέον ἔστι σοι καὶ φυλακτέον τῆς φωνῆς τὸν τύπον· σαυτοῦ γὰρ οὐ θήσεις οὐδὲ εἰσοίσεις ἴδιον νόμον, ὧν δεῖ προσνέμειν· οὐ γὰρ
307
ἐφʼ ἡμῖν ὁ νόμος τῶν λόγων, ἀλλʼ ἡμεῖς ἐπὶ τῷ νόμῳ. ἢ κατὰ ἀφαίρεσιν ἐν ἀρχῇ τε καὶ ἐπιμελείᾳ ἐπιβάλλεται. καὶ [*](562) ποικίλον τι καὶ περιττῶς ἔχον φαίνεται, καθάπερ ὅταν λέγω, καὶ χαλκοῦν μὲν ἔστησαν τόνδε, καὶ σίτησιν ἔδοσαν, καὶ τῆς γῆς τεμόντες, καὶ τὰ πρὸς ἡμὰς οὕτως ἔχουσι. λείπειν δʼ ἀξιοῦσι προθέσεις, συνδέσμους, ἅπαντα τὰ μέρη, καὶ σύνδυο τῶν μερῶν τοῦ λόγου.

Τὸ δʼ αὖ τῆς ἀλληγορίας κοσμεῖ τὸν λόγον ἐν τῷ μεταβάλλειν τοὔνομα καὶ διʼ ἑτέρου καινοτέρου τὸ αὐτὸ σημαίνειν· τὸ γὰρ πεπατημένον καὶ πεπλυμένον καὶ μυριόλεκτον πρὸς κόρον ἄγει, καθάπερ τῶν σιτίων καὶ ὅσα πρὸς τὴν ὄψιν ἢ τὴν ἄλλην αἴσθησιν τὰ κοινὰ καὶ τὰ συνήθη καταφρονεῖται, καὶ τῆς αἰσθήσεως, καὶ τοῦ κατὰ τὴν αἴσθησιν πνεύματος οὐκ ἐπιστρέφει τὴν ἀντίληψιν. δεῦ δὲ ἐκ τῆς ἀκοῆς τὸν δικαστὴν λίχνοις τε καὶ ἡδείαις ὥσπερ καρυκείαις καὶ ὀψοποιΐαις, σκευασίαις τε καὶ προαγωγαῖς ἐπισπᾶσθαι καὶ προσάγεσθαι, ποιεῖσθαι δὲ τοῦτο χρὴ τοῖς θεραπευτικοῖς τε καὶ κολακευτικοῖς ὀνόμασι· ταῦτα γάρ ἐστι τῆς πειθοῦς φάρμακα, θήρατρα χαρίτων καὶ μουσικῆς τῆς ἐπὶ τὸ πείθειν ἠσκημένης. οὐ γὰρ ὅμοιον, οὐδὲ κατὰ μικρὸν ἀνόμοιον τὸ ἀηδὲς ἀγλευκὲς “εἰπεῖν, ,, ἀτερπές“ τε καὶ ,,οὐκ ἐν χάριτι,· καὶ τὸ καλὸν ,,περικαλλὲς εἰπεῖν, καὶ τὸ λίαν ,,μάλα [*](563) ἀνυτικῶς, “ ὡς καὶ ,κομιδή· ποτε καὶ ἀντὶ τοῦ καλῶς ὑπέρευγε· τό τε ἄτοπον „ὑπερφυές, “ καὶ τὸ δεινὸν „σχέτλιον, “καὶ τὸ ὅπου „ἵνα“ καὶ „ᾗ, ὡς ᾗ διεβαίνομεν πρὸς τὸ τῆς Ἀγρίας διαβαίνομεν,· τό τε παραιτήσασθαι ,,παρέσθαι,“ καὶ „ἀντιβολῆσαι“ δὲ τὸ δεηθῆναι, καὶ τὸ ἀπλῶς „ἐν βραχεῖ “ καὶ „ἁμηγέπη“ τὸ μετρίως.

Πιστέων δʼ ἐστὶ τῶν κομιδῆ ξένων καὶ τὴν γνῶσιν ἐν αὑτοῖς οὐκ ἐχόντων, οὐ μὴν ἐκείνων γε τῶν περὶ τὴν πτῶσιν κεκαινοτομημένων, ἢ τὰς ἐγκλίσεις τῶν ῥημάτων,

308
ἢ τὰς διαθέσεις ἢ τὰς μεταλλάξεις τὰς περὶ τοὺς χρόνους, ἢ τὰ πνεύματα καὶ τοὺς τόνους. τοιγάρτοι λεκτέον ἀφείλετό με,  “καὶ „χάριν τὴν σήν. “καὶ „θαυμάζω σοῦ “καὶ „καταφρονῶ σε “καὶ „ἐθάρρει τούτους. “ καὶ „οὐδέν σε δεῖ τοῦ ἐπιτηδεύματος.“ καὶ „ὁτιὴ τί, “ καὶ ,,αὐτὴ καὶ εἴσεισι. “καὶ ,,εἶεν, μακάριοι ἐκεῖνοι· “καὶ „ὡς εἰδεῖεν οἱ θεοί “ καὶ ἀνύσας ἱκανῶς, καὶ ἀφθόνως τοῦ πνεύματος ἐνδόντας· καὶ ψεύδοντ’ ἀλλʼ οὐ τοσούτου [*](564) πνεύματος, οἷον ἥκιστα, καὶ τὰ τοιαῦτα ὅσα καὶ ἐν χρείᾳ, οἷα „ταὐτόν, κατʼ ἀρχάς, ἔμπαλιν·“ οἱ δὲ χρόνοι καὶ οὗτοι διαφέρουσι, Θεμιστοκλέα καὶ ψιμύθιον καὶ κώμυθα. τί δʼ, οὐχὶ καὶ οἱ τόνοι; καὶ ὡσαύτως καὶ λίαν οἰκείαν δευτέραν ἀπὸ τοῦ τέλους· καὶ παραλείπω μύρια, τί γάρ με δεῖ πάντα λέγειν δείγματος ὅσον δεόμενον; ὃ δʼ ἴσως ἀναγκαῖον· ἐκλέλειπται γὰρ τὸ παράδειγμα τὸ περὶ τοὺς ἀριθμοὺς οἷον „καὶ οὔπω εἶχον διὰ πάσης τὰ καταστρώματα. “καὶ „εἰπέ μοι· ταῦτα δʼ ἂν λέγωσι. “ καὶ „αἱ ἅμαξαι, ἵνα ἀντὶ τείχους ᾖ, “καὶ „τὴν Φιλίππου ῥώμην διεξιέναι, ὅτι μοι δοκεῖ πάνθʼ ὅσα ἂν εἴποι τις ὑπὲρ τούτων, “καὶ ἐπὶ θάτερα τὰ γνωριμώτατα „ὑμεῖς δὲ ὁ δῆμος. “πολιτεύω δὲ καὶ ἐπολίτευον καὶ μεταπέμπω καὶ διενόουν, καὶ ποιοῦμαι καὶ προωρώμην καὶ ἱππάζο μαι [*]((715)) καὶ ὁρῶμαι παρὰ τὸ κοινὸν εἴρηται πασχόντων ὥςπερ οὐχὶ ποιούντων. ἔτι δὲ καὶ πρὸς τούτοις ἡ μετάθεσις τῶν λεγομένων, ὅταν τῆς συνήθους χώρας ἐκπέσῃ καὶ τῇ πεπατημένῃ κόσμον περιάπτῃ, ὡς ἐὰν λέγωμεν, ,,οὐδὲν διʼ ἄλλο.  “καὶ ,,τούτου περὶ ἑνός “καὶ ,,τοῦ Διὸς τῷ νεῷ, “καὶ „ἄλλο τι ἤ, “καὶ „τάχα ἴσως, “καὶ „ὑστέρα τοίνυν δεκάτη·“ πολλὰ δὲ καὶ ἄλλα εὑρήματα, δείγματος δὲ εἵνεκα ταυτὶ παρεθέμην· ἄκαιρον γὰρ εἰ πάντα λέξεται καὶ περὶ πάντων ἐπέξειμι μηδὲν παριείς. ἡ γὰρ ἐκβολὴ τοῦ λόγου γένοιτʼ ἂν ἀσύμμετρος πολλῶν ἐπῶν εἰς
309
τοῦτο τὸ μέρος καὶ συγγραμμάτων πλειόνων εἰ ἐθελήσειας δοθῆναι δυναμένων. ἀλλʼ ἐμοὶ προκείμενόν ἐστι καὶ σκοπός τις οὗτος καὶ κανών, ὑπόμνημα ποιῆσαι τῆς τέχνης, ὡς ἔνι μάλιστα ἐν βραχυτάτοις, τοῖς συγγεγονόσι καὶ πολλάκις καὶ συνεχῶς περὶ αὐτῶν ἀκηκοόσι, καὶ τοῖς βιβλίοις οὐκ ἀνασκήτως οὐδʼ ἄν ἀμελετήτως τηρεῖν ἔχουσιν, ὧν τὴν μέθοδον ἐν τύποις κατετάξαμεν· εἰ δέ τις καὶ μὴ πλησιάσας μηδὲ τῶν πλειόνων ἀκούσας ὑπʼ εὐφυΐας τε καὶ συνέσεως, δεξιότητός τε τῆς γνώμης εἰς ἐπίσκεψιν ἥξει κατὰ τὰ προειρημένα τῆς τέχνης, δύναιτʼ ἂν ἀφʼ αὐτοῦ τὸ ἀκόλουθον περαίνειν, καθάπερ ἐμβὰς ἴχνεσί τισι καί πως ὁδοῦ λαμβανόμενος.

Τὸ κόμμα δὲ περιόδου μέρος ἄν εἴη τὸ ἐλάχιστον. οἶον ,πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην, ὡς ἄξιος εἴη θανάτου τῇ πόλει τῶν γὰρ κώλων τὰ μὲν βραχύτερα τούτου, [*](566) τὰ δὲ μείζω ὑπάρχει ὄντα. ὥσπερ ἀμέλει καὶ τῶν περιόδων αἰ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ τῶν περικοπῶν ὡσαύτως. τοῦ γὰρ λόγου μέγεθος λαμβάνοντος καὶ τὰ μέρη τοῦ λόγου συνεπαύξεται. ἔστιν οὖν τὸ μὲν κόμμα ἐκ δυοῖν λέξεων ἢ τριῶν, τὸ δὲ κῶλον διπλάσιον ἢ κατὰ τοῦτο, καθάπερ διττῶν ἄρθρων μετέχον. ὠνόμασται γὰρ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς ζῴοις κώλων· ἡ δὲ περικοπὴ ἐκ δύο κώλων καὶ τριῶν ἐστι κατὰ λόγον τῶν εἰρημένων μερῶν καὶ αὐτὴ συντιθεμένη· ὥσπερ γὰρ τῶν ποδῶν οἱ μὲν ἁπλοῖ τυγχάνουσιν ὄντες, οἱ δὲ διπλοῖ συντιθέμενοι ἐκ τούτων, οὕτω καὶ τῶν κομμάτων καὶ τῶν κώλων καὶ τῶν περικοπῶν τὰ μὲν μῆκος ἔχει σύνθετον, τὰ δὲ ἐπιτετμημένον. μικρᾶς μὲν περιόδου κῶλα μικραὶ καὶ περικοπαί, μεγάλης δὲ μεγάλαι.

Ἡ δὲ περίοδος ἐνθύμημά πώς ἐστιν ἀπηγγελμένον, ῥυθμοῖς εὐτάκτοις κώλοις τε καὶ περικοπαῖς, κατʼ ἀλλήλας

310
συμμέτροις. καὶ αὐτὴ δὲ ἡ περίοδος κέκληται ἐκ μεταφορᾶς ἤτοι τῶν ἀγώνων τῆς περιόδου, οἳ τῷ ἱκνουμένῳ χρόνῳ ἐπιτελούμενοι τὸ ἴσον ἀεὶ ἀφεστᾶσιν ἀλλήλων, ἢ ἀπὸ τῶν χορευόντων περὶ τοὺς βωμοὺς καὶ τὴν περίμετρον τοῦ βωμοῦ καὶ τὸν κύκλον περιλαμβανόντων ἀπὸ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον καθισταμένων, ἕως ἂν πληρώσαντες τύχωσι τοῦ κύκλου τὴν χορείαν. τῶν δὲ περιόδων καὶ τὰς ἀσυμμέτρους τοῖς μέρεσι [*](567) περιόδους ὁμοίως καλεῖν εἰώθαμεν, τῆς κατὰ τὸ ἐνθύμημα διανοίας ἐκτετελεσμένης· ὅσα δὲ σχήματα τῶν ἐννοιῶν ὠνόμασται, οἷον προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, παράλειψις, εἰρωνεία, ἠθοποιΐα, ἅπαντα ταῦτα οὔ μοι δοκεῖ δικαίως σχήματα καλεῖσθαι, ἀλλʼ ἔννοιαι καὶ ἐνθυμήματα καὶ λογισμοὶ τοῦ πιθανοῦ χάριν καὶ πίστεων εἴδη τὰ μὲν γὰρ προοιμίων ἔχει δύναμιν, προδιόρθωσίς τε καὶ ἐπιδιόρθωσις, ἡ δὲ παράλειψις τὸ ἀξιόπιστον ἐνδείκνυται, καὶ μέρη ἄν εἴη τῆς παθητικῆς τε καὶ ἠθικῆς ἀποδείξεως τῇ τῆς ὑποκρίσεως ἀρετῇ πρέποντα, ὅθεν ἤδη καὶ περὶ ταύτης λεκτέον, οἷόν τέ ἐστι καὶ τίς ἡ δύναμις αὐτῆς.