Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    Τίνα τοῖς Δοκηταῖς τὰ δοκοῦντα, καὶ ὅτι ἐκ φυσικῆς φιλοσοφίας ἃ λέγουσιν ἐδογμάτισαν.

  • Πῶς ὁ Μονόϊμος ληρεῖ ποιηταῖς καὶ γεωμέτραις καὶ
  • ἀριθμητικοῖς προσέχων.

    Πῶς Τατιανὸς γεγένηται ἐκ τῶν Οὐαλεντίνου καὶ Μαρκίωνος δοξῶν τὰς ἑαυτοῦ συνιστῶν, ὁ δὲ Ἑρμογένης τοῖς Σωκράτους δόγμασι κέχρηται, οὐ τοῖς Χριστοῦ.

  • Πῶς πλανῶνται οἱ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ
  • ἐπιτελεῖν φιλονεικοῦντες.

    Τίς ἡ πλάνη τῶν Φρυγῶν, νομιζόντων Μοντανὸν καὶ Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτας.

    Τίς ἡ τῶν Ἐγκρατιτῶν κενοδοξία, καὶ ὅτι ἐξ αὐτῶν

  • καὶ οὐκ ἐξ ἁγίων γραφῶν τὰ δόγματα αὐτῶν συνέστηκεν, [ἀλλ᾿
  • ἐκ τῶν παρ᾿ Ἰνδοῖς γυμνοσοφιστῶν.]

    Ἐπεὶ οἱ πολλοὶ τῇ τοῦ κυρίου συμβουλίᾳ μὴ χρώμενοι, τὴν δοκὸν ἐν τῷ ὀφθαλμῷ ἔχοντες, ὁρᾶν ἐπαγγέλλονται τυφλώττοντες, δοκεῖ ἡμῖν μηδὲ τὰ τούτων δόγματα σιωπᾶν,

  • ὅπως κἂν διὰ τοῦ ὑφ᾿ ἡμῶν γινομένου ἐλέγχου πρὸς αὐτῶν
  • αἰδεσθέντες ἐπιγνῶσι, πῶς συνεβούλευσεν ὁ σωτὴρ ἐξαιρεῖν τὴν δοκὸν πρῶτον, εἶτα διαβλέπειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ. Αὐτάρκως οὖν καὶ ἱκανῶς ἐκθέμενοι τὰ τῶν πλειόνων ἐν ταῖς πρὸ ταύτης βίβλοις ἑπτά, νῦν τὰ ἀκόλουθα
  • οὐ σιωπήσομεν, τὸ ἄφθονον τῆς χάριτος τοῦ ἁγίου
  • πνεύματος ἐπιδεικνύντες, καὶ τοὺς τῷ δοκεῖν ἀσφάλειαν λόγων κεκτῆσθαι ἐλέγξομεν, οἵγε ἑαυτοὺς Δοκητὰς ἀπεκάλεσαν,
    v.1.p.414
    δογματίζοντες ταῦτα· Θεὸν εἶναι τὸν πρῶτον οἱονεὶ σπέρμα συκῆς, μεγέθει μὲν ἐλάχιστον παντελῶς, δυνάμει δὲ ἄπειρον,
  • ταπεινὸν μέγεθος, ἀνήριθμον ἐν πλήθει, πρὸς γένεσιν
  • ἀπροσδεές, φοβουμένων καταφυγή, γυμνῶν σκέπη, αἰσχύνης ἐπικάλυμμα, ζητούμενος καρπός, ἐφ᾿ ὃν ἦλθεν ὁ ζητῶν, φησί, τρὶς καὶ οὐχ εὗρε, διὸ κατηράσατο, φησί, τῇ συκῇ, ὅτι τὸν γλυκὺν ἐκεῖνον καρπὸν οὐχ εὗρεν ἐν αὐτῇ, καρπὸν ζητούμενον.
  • Τοιούτου δὲ ὄντος, ὡς εἰπεῖν τύπῳ, καὶ τηλικούτου, μικροῦ
  • καὶ ἀμεγέθους κατ᾿ ἐκείνους τοῦ θεοῦ, γέγονεν ὁ κόσμος, ὡς ἐκείνοις δοκεῖ, τοιοῦτον τινὰ τρόπον· Ἁπαλῶν γενομένων τῶν κλάδων τῆς συκῆς προῆλθε φύλλα, ὥσπερ ἐστὶν ὁρώμενον, ἑπομένως δὲ ὁ καρπός, ἐν ᾧ τὸ ἄπειρον καὶ τὸ ἀνεξαρίθμητον
  • θησαυριζόμενον φυλάσσεται σπέρμα συκῆς. Τρία οὖν εἶναι
  • δοκοῦμεν τὰ πρώτως ὑπὸ τοῦ σπέρματος γενόμενα τοῦ συκίνου· πρέμνον, ὅπερ ἔστιν ἡ συκῆ, φύλλα, καὶ καρπός, τὸ σῦκον, ὡς προειρήκαμεν. Οὕτως, φησί, τρεῖς γεγόνασιν αἰῶνες, ἀπὸ τῆς πρώτης ἀρχῆς τῶν ὅλων ἀρχαί· καὶ τοῦτο, φησίν, οὐκ
  • ἐσιώπησεν οὐδὲ Μωϋσῆς λέγων, ὅτι οἱ λόγοι τοῦ θεοῦ τρεῖς
  • εἰσίν· σκότος, γνόφος, θύελλα, καὶ οὐ προσέθηκεν. Οὐδὲν γὰρ, φησίν, ὁ θεὸς τοῖς τρισὶ προσέθηκεν αἰῶσιν, ἀλλ᾿ αὐτοὶ πάντα τοῖς γενητοῖς πᾶσιν ἐπήρκεσαν καὶ ἐπαρκοῦσι. Μένει δὲ ὁ θεὸς αὐτὸς καθ᾿ ἑαυτὸν πολὺ τῶν τριῶν αἰώνων
  • κεχωρισμένος. Τούτων, φησί, τῶν αἰώνων ἀρχὴν γενέσεως
  • λαβών, ὡς λέλεκται, κατ᾿ ὀλίγον ηὔξησε καὶ ἐμεγαλύνθη καὶ ἐγένετο τέλειος. Τὸ δὲ τέλειον εἶναι δοκοῦσιν ἀριθμούμενον δέκα. Ἴσων οὖν γεγονότων ἀριθμῷ καὶ τελειότητι τῶν αἰώνων, ὡς ἐκεῖνοι δοκοῦσι, τριάκοντα γεγόνασιν αἰῶνες οἱ πάντες,
  • ἕκαστος αὐτῶν ἐν δεκάδι πληρούμενος. Εἰσὶ δὲ ἀλλήλων διαίρετοι
  • καὶ τιμὴν ἔχοντες οἱ τρεῖς πρὸς ἑαυτοὺς μίαν, θέσει μόνῃ διαφέροντες, ὅτι τὸ μὲν ἔστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τούτων τρίτον. Ἡ δὲ θέσις αὐτοῖς διαφορὰν δυνάμεως παρέσχεν·
    v.1.p.416
    ὁ μὲν γὰρ ἔγγιστα τῷ πρώτῳ θεῷ, τῷ οἱονεὶ σπέρματι,
  • θέσεως τυχὼν τῶν ἄλλων γονιμωτέραν ἔσχε δύναμιν, δεκάκις
  • αὐτὸς αὑτὸν μεγέθει μετρήσας ὁ ἀμέτρητος· ὁ δὲ τῇ θέσει τοῦ πρώτου γενόμενος δεύτερος, ἑξάκις αὑτὸν κατέλαβεν ὁ ἀκατάληπτος· ὁ δὲ ἤδη τρίτος τῇ θέσει, εἰς ἄπειρον διάστημα διὰ τὴν αὔξησιν τῶν ἀδελφῶν γενόμενος, τρὶς νοήσας ἑαυτόν, οἱονεὶ
  • δεσμὸν τινὰ τῆς ἑνότητος αὑτὸν ἔδησεν αἰώνιον.
  • Καὶ τοῦτο εἶναι δοκοῦσιν οὗτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ [τὸ] πεσὸν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. Καὶ διὰ

  • τοῦτο εἴρηκε, φησίν· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, ὅτι
  • ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα. Οὗτοι πάντες οἱ αἰῶνες οἵ τε τρεῖς καὶ οἱ ἀπ᾿ αὐτῶν ἀπειράκις ἄπειροι πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλυες. Αὐξηθέντες οὖν καὶ μεγαλυνθέντες καὶ γενόμενοι οὗτοι πάντες ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος,
  • τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος οἱ πάντες, εἰς ἕνα ὁμοῦ
  • γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν, γέννημα κοινὸν οἱ πάντες ἐγέννησαν ἐκ παρθένου μιᾶς, τὸν ἐν μεσότητι Μαρίας σωτῆρα πάντων, ἰσοδύναμον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ, πλὴν ὅτι γεννητὸς οὗτος, τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο, ὅθεν γέγονεν
  • ἡ συκῆ, ἐστὶν ἀγέννητον. Κεκοσμημένων οὖν τῶν τριῶν αἰώνων
  • ἐκείνων παναρέτως καὶ παναγίως, ὡς δοκοῦσιν οὗτοι διδάσκοντες, καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς, (γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι·) κεκόσμητο μὲν ἀνενδεὴς
  • πᾶσα ἡ νοητὴ φύσις, φῶς δὲ ἦν ἅπαντα ἐκεῖνα τὰ νοητὰ
  • καὶ αἰώνια, φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργόν, οὐδὲ οἱονεί τινος ἐπιποιοῦντος δεόμενον, ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων τῶν ἐκεῖ πολυποικίλων, κατέλαμψεν ἄνωθεν
  • εἰς τὸ ὑποκείμενον χάος. Τὸ δὲ φωτισθὲν ὁμοῦ καὶ μορφωθὲν
  • v.1.p.418
    ἐκείναις ἄνωθεν ταῖς πολυποικίλοις ἰδέαις, πῆξιν ἔλαβε καὶ ἀνεδέξατο τὰς ἰδέας τὰς ἄνωθεν ἁπάσας ἀπὸ τοῦ τρίτου αἰῶνος τοῦ τριπλασιάσαντος αὑτόν. Ὁ δὲ αἰὼν οὗτος ὁ τρίτος τοὺς χαρακτῆρας βλέπων πάντας ἀθρόως τοὺς ἑαυτοῦ εἰς τὸ
  • ὑποκείμενον κάτω σκότος κατειλημμένους, τήν τε δύναμιν τοῦ
  • σκότους οὐκ ἀγνοῶν καὶ τὸ ἀφελὲς τοῦ φωτὸς ὁμοῦ καὶ ἄφθονον, οὐκ εἴασεν ἐπὶ πολὺ τοὺς φωτεινοὺς χαρακτῆρας ἄνωθεν ὑπὸ τοῦ σκότους κάτω κατασπασθῆναι· ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι [στερέωμα]. Στερεώσας οὖν κάτωθεν, καὶ διεχώρισεν
  • ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός,
  • καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν, ὃ ἦν ὑπεράνω τοῦ στερεώματος, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Πασῶν οὗν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων
  • ἐν τούτῳ τῷ κατωτάτῳ σκότῳ, καὶ αὐτοῦ τοῦ τοιούτου
  • αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον, ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὗ λέγει Μωϋσῆς· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν
  • ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος·
  • (βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ) βάτον δέ, φησίν, εἴρηκε Μωϋσῆς, ὅτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα. Οὐδὲν δὲ ἧττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται, φωνὴ γάρ ἐστι σημαντικὴ
  • τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος
  • οὐ γνωρίζεται. Οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου, τουτέστιν ἀέρος, νομοθετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.

  • Οὗτος οὖν ὁ πυροειδὴς θεός, ὁ πῦρ ἀπὸ φωτὸς γενόμενος,
  • πεποίηκε τὸν κόσμον οὕτως, ὡς φησὶ Μωϋσῆς, αὐτὸς ὢν ἀνυπόστατος, σκότος ἔχων τὴν οὐσίαν, ἐνυβρίζων ἀεὶ τοῖς κατειλημμένοις ἄνωθεν κάτω τοῦ φωτὸς αἰωνίοις χαρακτῆρσι.
    v.1.p.420
    Μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως ὑπὸ τοῦ θεοῦ
  • τοῦ φωτὸς τοῦ πυρώδους, τοῦ δημιουργοῦ, πολλή τις ἦν πλάνη
  • τῶν ψυχῶν· ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀποψυγεῖσαι τῶν ἄνω ἐν σκότει διατελοῦσι, μεταβαλλόμεναι ἐκ σωμάτων εἰς σώματα, ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα. Ὅτι δὲ τοῦθ᾿ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος·
  • Καὶ ἐγὼ πλανῆτις καὶ τόπον ἐκ τόπων μεταβαίνουσα
  • καὶ οἰκίαν ἐξ οἰκίας, καὶ τοῦ σωτῆρος λέγοντος· Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὧτα ἀκούειν ἀκουέτω. Ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς
  • ἄφεσιν ἁμαρτιῶν. Τοιοῦτόν τινα τρόπον ὁ μονογενὴς υἱὸς
  • ἐκεῖνος, ὁ τῶν αἰώνων ἄνωθεν τὰς ἰδέας βλέπων τὰς ἄνωθεν μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι, ῥύσασθαι κατελθὼν ἠθέλησεν. Εἰδὼς δέ, ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων οὐδὲ οἱ αἰῶνες ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες
  • οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως
  • κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄψεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον, ἐξικνεῖται μέχρις οὐρανοῦ, καὶ τῶν ἀστέρων ἐπιψαύσας τῶν ἐκεῖ πάλιν ἑαυτὸν συστέλλει ὑπὸ τοῖς βλεφάροις
  • τῆς ὄψεως ὅτε βούλεται. Καὶ τοῦτο ποιοῦν τὸ φῶς τῆς ὄψεως,
  • καὶ πανταχῆ γινόμενον καὶ πάντα, ἡμῖν ἐστιν ἀφανές, μόνον δὲ ὁρῶμεν ἡμεῖς ὄψεως βλέφαρα, κανθοὺς λευκούς, ὑμένα εὐρὺν πολύπτυχον πολυκτηδόνα, χιτῶνα κερατοειδῆ, ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, καὶ εἴ
  • τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένη
  • κέκρυπται. Οὕτως, φησίν, ὁ μονογενὴς παῖς ἄνωθεν αἰώνιος ἐπενδυσάμενος κατὰ ἕνα ἕκαστον τοῦ τρίτου αἰῶνος αἰῶνα, καὶ γενόμενος ἐν τριακοντάδι αἰώνων εἰσῆλθεν εἰς τόνδε τὸν κόσμον τηλικοῦτος ὤν, ἡλίκον εἴπομεν, ἀφανής, ἄγνωστος, ἄδοξος,
  • ἀπιστούμενος. Ἵν᾿ οὖν, φασὶν οἱ Δοκηταί, καὶ τὸ σκότος
  • ἐπενδύσηται τὸ ἐξώτερον, τὴν σάρκα φησίν, ἄγγελος συνοδεύσας αὐτῷ ἄνωθεν τὴν Μαριὰμ εὐηγγελίσατο, φησίν, ὡς γέγραπται. Ἐγεννήθη τὸ ἐξ αὐτῆς ὡς γέγραπται. Γεννηθὲν δὲ
    v.1.p.422
    ἐνεδύσατο αὐτὸ ἄνωθεν ἐλθών, καὶ πάντα ἐποίησεν οὕτως, ὡς
  • ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην,
  • ἐλούσατο δὲ τύπον καὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿, ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα
  • πρὸς τὸ ξύλον, καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς
  • καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ᾿ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἐκτετυπωμένον σῶμα. Τοῦτό ἐστι, φησίν, ὃ λέγει ὁ σωτήρ· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται
  • εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅτι τὸ γεγεννημένον
  • ἐκ τῆς σαρκὸς σάρξ ἐστιν. Ἀπὸ τῶν τριάκοντα οὗν αἰώνων τριάκοντα ἰδέας ἐνεδύσατο· διὰ τοῦτο ἐπὶ τριάκοντα ἔτη γέγονεν ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, ἑκάστου αἰῶνος ἰδίᾳ ἐνιαυτῷ φανερουμένου. Εἰσὶ δὲ καὶ ἀπὸ ἑκάστου τῶν τριάκοντα
  • αἰώνων ἅπασαι ἰδέαι κατειλημμέναι ψυχαί, καὶ φύσιν
  • ἔχει τούτων ἑκάστη νοεῖν τὸν κατὰ φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι. Διὰ τοῦτο τοσαῦται αἱρέσεις ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις οἰκεῖος αὐταῖς, ἄλλῃ δὲ
  • ἄλλος ὁρώμενος ἀπ᾿ ἄλλου τόπου, ἐφ᾿ ὃν ἑκάστη φέρεται, φησίν,
  • καὶ σπεύδει δοκοῦσα τοῦτον εἶναι μόνον, ὅς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης, ὃν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μὲν ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους. Οἱ μὲν οὗν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ
  • σωτῆρος ἰδεῖν οὐ δύνανται, οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς
  • v.1.p.424
    δεκάδος τῆς μέσης καὶ τῆς ὀγδοάδος τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, λέγουσιν, οὐκ ἐκ μέρους, ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.

  • Ταῦτα μὲν οὖν αὐτάρκη νομίζω εἶναι τοῖς εὖ πεφρονηκόσι
  • πρὸς ἐπίγνωσιν τῆς τῶν Δοκητῶν πολυπλόκου καὶ ἀσυστάτου αἱρέσεως, οἳ περὶ ὕλης μὲν ἀβάτου καὶ ἀκαταλήπτου λόγους ἐπικεχειρημένους ποιήσαντες, Δοκητὰς ἑαυτοὺς προσηγόρευσαν, ὧν οὐ τὸ δοκεῖν εἶναι τινὰς κατανοοῦμεν ματαΐζοντας,
  • ἀλλὰ τὴν ἐκ τοσαύτης ὕλης δοκὸν ἐν ὀφθαλμῷ φερομένην
  • διελέγχομεν εἴ πως διαβλέψαι δυνηθῶσιν, εἰ δ᾿ οὐ, κἂν τὸ μὴ ἑτέρους τυφλῶσαι, ὧν τὸ δόγμα πάλαι οἱ Ἑλλήνων σοφισταὶ προεσοφίσαντο κατὰ πολλά, ὡς ἔστιν ἐπιγνῶναι τοὺς ἐντυγχάνοντας. Ταῦτα μὲν οὖν τοῖς Δοκηταῖς τὰ δόξαντα.
  • Τίνα δὲ καὶ Μονοΐμῳ δοκεῖ, οὐ σιωπήσομεν.
  • Μονόϊμος ὁ Ἄραψ μακρὰν τῆς τοῦ μεγαλοφώνου ποιητοῦ δόξης γεγένηται, τοιοῦτόν τινα τὸν ἄνθρωπον νομίσας, ὁποῖον ὁ ποιητὴς τὸν Ὠκεανόν, οὕτω πως λέγων·

  • Ὠκεανὸς γένεσίς τε θεῶν γένεσίς τ᾿ ἀνθρώπων.
  • Ταῦτα ἄλλοις λόγοις μεταστήσας λέγει ἄνθρωπον εἶναι τὸ πᾶν (ὅ ἐστιν ἀρχὴ τῶν ὅλων) ἀγέννητον, ἄφθαρτον, ἀΐδιον, καὶ υἱὸν ἀνθρώπου τοῦ προειρημένου γεννητὸν καὶ παθητόν, ἀχρόνως γενόμενον, ἀβουλήτως, ἀπροορίστως. Τοιαύτη γὰρ, φησίν,
  • ἡ δύναμις ἐκείνου τοῦ ἀνθρώπου. Οὕτως ὄντος αὐτοῦ τῇ δυνάμει
  • γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον. Καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον ἐν ταῖς γραφαῖς· Ἦν καὶ ἐγένετο, ὅπερ ἐστίν· ἦν ἄνθρωπος, καὶ ἐγένετο υἱὸς αὐτοῦ, ὥς τις εἴποι· ἦν πῦρ καὶ ἐγένετο φῶς, ἀχρόνως καὶ ἀβουλήτως
  • καὶ ἀπροορίστως ἅμα τῷ εἶναι τὸ πῦρ. Ὁ δὲ ἄνθρωπος
  • οὗτος μία μονὰς ἐστὶν ἀσύνθετος ἀδιαίρετος, συνθετὴ διαιρετή, πάντα φίλη, πάντα εἰρηνική, πάντα μαχίμη, πάντα πρὸς ἑαυτὴν
    v.1.p.426
    πολέμιος, ἀνόμοιος ὁμοία, οἱονεί τις ἁρμονία μουσικὴ πάντα ἔχουσα ἐν ἑαυτῇ, ὅσα ἄν τις εἴπῃ καὶ παραλείπῃ μὴ
  • νοήσας, πάντα ἀναδεικνύουσα, πάντα γεννῶσα. Αὕτη μήτηρ,
  • αὕτη πατήρ, τὰ δύο ἀθάνατα ὀνόματα. Ὑποδείγματος δὲ χάριν τοῦ τελείου ἀνθρώπου κατανόει, φησί, μεγίστην εἰκόνα ἰῶτα ἕν, τὴν μίαν κεραίαν, ἥτις ἐστὶ κεραία μία ἀσύνθετος, ἁπλῆ, μονὰς εἰλικρινὴς ἐξ οὐδενὸς ὅλως τὴν σύνθεσιν ἔχουσα,
  • συνθετή, πολυειδής, πολυσχιδής, πολυμερής. Ἡ ἀμερὴς ἐκείνη
  • μία, φησίν, ἔστιν ἡ πολυπρόσωπος καὶ μυριόμματος καὶ μυριώνυμος μία τοῦ ῑ κεραία, ἥτις ἐστὶν εἰκὼν τοῦ τελείου ἀνθρώπου ἐκείνου τοῦ ἀοράτου.

    Ἔστιν οὖν, φησίν, ἡ μονάς, ἡ μία κεραία, καὶ δεκάς·

  • δύναμις γὰρ αὐτῇ τὸ ῑ τῆς μιᾶς κεραίας καὶ δυὰς καὶ
  • τριὰς καὶ τετρὰς καὶ πεντὰς καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀγδοὰς καὶ ἐννεὰς μέχρι τῶν δέκα· οὗτοι γὰρ, φησίν, εἰσὶν οἱ πολυσχιδεῖς ἀριθμοὶ ἐν ἐκείνῃ κατοικοῦντες τῇ ἁπλῇ καὶ ἀσυνθέτῳ τοῦ ἰῶτα κεραίᾳ μιᾷ. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· ὅτι πᾶν
  • τὸ πλήρωμα ηὐδόκησε κατοικῆσαι ἐπὶ τὸν υἱὸν τοῦ
  • ἀνθρώπου σωματικῶς· αἱ γὰρ τοιαῦται τῶν ἀριθμῶν συνθέσεις ἐξ ἁπλῆς καὶ ἀσυνθέτου τῆς μιᾶς κεραίας τοῦ ἰῶτα σωματικαὶ γεγόνασι, φησίν, ὑποστάσεις. Γέγονεν οὗν, φησίν, ἀπὸ τοῦ τελείου ἀνθρώπου ὁ υἱὸς τοῦ ἀνθρώπου, ὃν ἔγνωκεν
  • οὐδείς, φαντάζεται δέ, φησίν, ὡς γέννημα θηλείας ἡ κτίσις
  • πᾶσα τὸν υἱὸν ἀγνοοῦσα, οὗ υἱοῦ ἀκτῖνες ἀμυδραὶ πάνυ ἐμπελάζουσαι τῷδε τῷ κόσμῳ συνέχουσι καὶ συγκρατοῦσι τὴν μεταβολήν, τὴν γένεσιν. Τὸ δὲ κάλλος ἐκείνου τοῦ υἱοῦ τοῦ ἀνθρώπου μέχρι νῦν πᾶσίν ἐστιν ἀκατάληπτον ἀνθρώποις,
  • ὅσοι περὶ τὸ γέννημα τῆς θηλείας εἰσὶ πεπλανημένοι. Γέγονεν
  • οὗν, φησίν, ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου οὐδὲν τῶν ἐνθάδε, οὐδὲ ἔσται πώποτε, τὰ δὲ γεγονότα πάντα οὐκ ἀπὸ ὅλου, ἀλλὰ ἀπὸ μέρους τινὸς γέγονε τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ἔστι γὰρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἰῶτα ἕν, μία κεραία, ῥυεῖσα
    v.1.p.428
  • ἄνωθεν, πλήρης, ἀποπληροῦσα πάντας, ἔχουσα ἐν ἑαυτῇ, ὅσα
  • καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

    Γέγονεν οὗν κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσι ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· ἑβδόμη κατάπαυσις καὶ σάββατον ἀπὸ τῆς ἑβδομάδος γέγονε

  • τῆς ἐκεῖ . . . . γῆς καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος, ἐξ ὧν
  • ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. Οἵ τε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ
  • ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου τελείου τέλειος. Ὅταν
  • οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποικίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον, ἅτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλληγορούμενα σύμβολα, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδον, ἥτις ἐστὶν ἡ μία κεραία. Διπλῆ, ποικίλη
  • αὕτη, φησίν, ἐστὶν ἡ δεκάπληγος, ἡ κοσμικὴ κτίσις. Πάντα
  • γὰρ πλησσόμενα γεννᾶται καὶ καρποφορεῖ, καθάπερ αἱ ἄμπελοι. Ἄνθρωπος ἐξ ἀνθρώπου ἐξέσσυται, φησί, καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος, ἵνα γένηται καὶ εἴπῃ νόμον, ὃν ἔθηκε Μωϋσῆς παρὰ θεοῦ λαβών. Κατὰ τὴν κεραίαν ἐκείνην ὁ νόμος
  • ἐστὶ τὴν μίαν ἡ δεκάλογος ἀλληγοροῦσα τὰ θεῖα τῶν λόγων
  • μυστήρια. Πᾶσα γὰρ, φησίν, ἡ γνῶσις τῶν ὅλων δεκάπληγός ἐστι καὶ δεκάλογος, ᾓν οἶδεν οὐδεὶς τῶν περὶ τὸ γέννημα τῆς θηλείας πεπλανημένων. Κἂν εἴπῃς πεντάτευχον ὅλον τὸν νόμον, ἔστιν ἀπὸ τῆς πεντάδος τῆς ἐν τῇ μιᾷ κατειλημμένης
  • κεραίᾳ. Τὸ δὲ ὅλον ἐστὶ, φησί, τοῖς μὴ πεπληρωμένοις
  • παντελῶς τὴν διάνοιαν μυστήριον, καινὴ καὶ μὴ παλαιουμένη ἑορτή, νόμιμος, αἰώνιος εἰς τὰς γενεὰς ἡμῶν, κυρίου τοῦ θεοῦ πάσχα, διατηρούμενον τοῖς δυναμένοις βλέπειν ἐναρχομένης τῆς
    v.1.p.430
    δεκάτης, ἥτις ἐστὶν ἀρχὴ δεκάδος, ἀφ᾿ ἧς, φησίν, ἀριθμοῦσιν.
  • Ἡ γὰρ μονὰς ἕως τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ τὸ κεφάλαιον τῆς
  • μιᾶς [κεραίας] τοῦ τελείου ἀριθμοῦ. Τό τε γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὅπερ ἐστὶν ἡ μία κεραία. Ἀπὸ δὲ τῆς τεσσαρεσκαιδεκάτης, φησίν, ἕως μιᾶς καὶ εἰκάδος ἑβδομάδα λέγει ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου τὴν κτίσιν ἄζυμον
  • ἐν τούτοις ἅπασιν. Τί γὰρ δεηθείη, φησίν, ἡ μία κεραία
  • οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς τὸ πάσχα τοῦ κυρίου, τὴν αἰώνιον ἑορτήν, ἥτις ἐστὶν εἰς τὰς γενεὰς δεδομένη; ὅλος γὰρ ὁ κόσμος καὶ πάντα τὰ τῆς κτίσεως αἴτια πάσχα ἐστίν, ἑορτὴ κυρίου. χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ
  • τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς, ἥτις ἐστὶ
  • Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾗ τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα, καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, [ὡς] ἀκρίδας, ὅπερ ἐστὶ χόρτος, τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει·
  • πᾶσα γὰρ σὰρξ χόρτος, φησίν. Οὐδὲν δὲ ἧττον καὶ τὸν
  • ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ποιεῖν καὶ ἔχειν καὶ πάσχειν.

  • Τοιγαροῦν Μονόϊμος αὐτὸς ἐν τῇ πρὸς Θεόφραστον
  • ἐπιστολῇ διαρρήδην λέγει· Καταλιπὼν ζητεῖν θεὸν καὶ κτίσιν καὶ τὰ τούτοις παραπλήσια, ζήτησον αὐτὸν ἀπὸ σεαυτοῦ, καὶ μάθε, τίς ἐστιν ὁ πάντα ἁπαξαπλῶς ἐν
  • σοὶἐξιδιοποιούμενος καὶ λέγων· ὁ θεός μου, ὁ νοῦς
  • μου, ἡ διάνοιά μου, ἡ ψυχή μου, τὸ σῶμά μου, καὶ μάθε, πόθεν ἐστὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν καὶ τὸ ἀγαπᾶν καὶ τὸ μισεῖν καὶ τὸ γρηγορεῖν μὴ θέλοντα καὶ τὸ νυστάζειν μὴ θέλοντα καὶ τὸ ὀργίζεσθαι μὴ
  • θέλοντα καὶ τὸ φιλεῖν μὴ θέλοντα, καὶ ἂν ταῦτα,
  • φησίν, ἐπιζητήσῃς ἀκριβῶς, εὑρήσεις αὐτὸν ἐν ἑαυτῷ
    v.1.p.432
    ἓν καὶ πολλὰ κατὰ τὴν κεραίαν ἐκείνην, ἀφ᾿ ἑαυτοῦ τὴν διέξοδον εὑρόντα. Ταῦτα μὲν οὖν ἐκεῖνοι, οἷς οὐκ ἀνάγκην ἔχομεν τὰ παρ᾿ Ἕλλησι προμεμεριμνημένα παρατιθέναι
  • οὖσι προδήλοις τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις τὴν σύστασιν ἔχειν ἐκ
  • γεωμετρικῆς τέχνης καὶ ἀριθμητικῆς, ἣν γενναιότερον οἱ Πυθαγόρου μαθηταὶ διέθεντο, καθὼς ἔστι τοῖς ἐντυγχάνουσιν ἐπιγνῶναι ἐν τοῖς τόποις, οἷς προδιηγησάμεθα περὶ πάσης σοφίας Ἑλλήνων. Ἀλλ᾿ ἐπεὶ καὶ τὰ Μονοΐμου αὐτάρκως διελήλεγκται,
  • ἴδωμεν τίνα καὶ οἱ λοιποὶ τεχνάζονται ἑαυτοῖς βουλόμενοι ὄνομα
  • μάταιον ὑψοῦν.

    Τατιανὸς δέ, καὶ αὐτὸς γενόμενος μαθητὴς Ἰουστίνου τοῦ μάρτυρος, οὐχ ὅμοια τῷ διδασκάλῳ ἐφρόνησεν, ἀλλὰ καινά τινα ἐπιχειρήσας ἔφη αἰῶνας τινὰς ἀοράτους ὁμοίως τοῖς ἀπὸ

  • Οὐαλεντίνου μυθολογήσας. Γάμον δὲ φθορὰν εἶναι παραπλησίως
  • Μαρκίωνι λέγει. Τὸν δὲ Ἀδὰμ φάσκει μὴ σώζεσθαι διὰ τὸ ἀρχηγὸν παρακοῆς γεγονέναι. Καὶ ταῦτα μὲν Τατιανός.

    Ἑρμογένης δέ τις καὶ αὐτὸς νομίσας τι καινὸν φρονεῖν ἔφη τὸν θεὸν ἐξ ὕλης συγχρόνου καὶ ἀγεννήτου πάντα πεποιηκέναι·

  • ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐκ ἐξ ὄντων τὰ
  • γινόμενα ποιεῖν. Εἶναι δὲ τὸν θεὸν ἀεὶ κύριον καὶ ἀεὶ ποιητήν, τὴν δὲ ὕλην ἀεὶ δούλην καὶ γινομένην, οὐ πᾶσαν δέ·
    v.1.p.434
    Ἀεὶ γὰρ ἀγρίως καὶ ἀτάκτως φερομένην ἐκόσμησε τούτῳ τῷ λόγῳ· δίκην χυτρίου ὑποκαιομένου βράζουσαν ἰδὼν ἐχώρισε
  • κατὰ μέρος, καὶ τὸ μὲν ἐκ τοῦ παντὸς λαβὼν ἡμέρωσε, τὸ δὲ
  • εἴασεν ἀτάκτως φέρεσθαι, καὶ τὸ ἡμερωθὲν τοῦτο εἶναι κόσμον λέγει, τὸ δὲ ἄγριον μένειν καὶ ὕλην καλεῖσθαι ἄκοσμον. Ταύτην οὐσίαν εἶναι τῶν ἁπάντων λέγει, ὡς καινὸν φέρων δόγμα τοῖς αὐτοῦ μαθηταῖς, οὐκ ἐνενόει δέ, ὅτι Σωκρατικὸς ὁ μῦθος
  • οὗτος τυγχάνει, ὑπὸ Πλάτωνος ἐξειργασμένος βέλτιον ἢ ὑπὸ
  • Ἑρμογένους. Τὸν δὲ Χριστὸν υἱὸν εἶναι ὁμολογεῖ τοῦ τὰ πάντα κτίσαντος θεοῦ, καὶ αὐτὸν ἐκ παρθένου γεγενῆσθαι καὶ πνεύματος συνομολογεῖ κατὰ τὴν τῶν εὐαγγελίων φωνήν, ὃν μετὰ τὸ πάθος ἐγερθέντα ἐν σώματι πεφηνέναι τοῖς μαθηταῖς, καὶ
  • ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς ἐν τῷ ἡλίῳ τὸ σῶμα καταλελοιπέναι,
  • αὐτὸν δὲ πρὸς τὸν πατέρα πεπορεῦσθαι. Μαρτυρίᾳ δὲ χρῆται νομίζων ὑπὸ τοῦ ῥητοῦ συνηγορεῖσθαι οὖπερ ὁ ψαλμῳδὸς Δαβὶδ λέγει· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
  • ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ταῦτα μὲν
  • οὖν καὶ Ἑρμογένης ἐπεχείρει.

    Ἕτεροι δέ τινες φιλόνεικοι τὴν φύσιν, ἰδιῶται τὴν γνῶσιν, μαχιμώτεροι τὸν τρόπον, συνιστάνουσι δεῖν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς φυλάσσειν κατὰ τὴν

  • τοῦ νόμου διαταγήν, ἐν ᾖ ἂν ἡμέρᾳ ἐμπέσῃ, ὑφορώμενοι τὸ γεγραμμένον
  • ἐν νόμῳ, ἐπικατάρατον ἔσεσθαι τὸν μὴ φυλάξαντα οὕτως ὡς διαστέλλεται, οὐ προσέχοντες ὅτι Ἰουδαίοις ἐνομοθετεῖτο τοῖς μέλλουσι τὸ ἀληθινὸν πάσχα ἀναιρεῖν, τὸ εἰς ἔθνη χωρῆσαν καὶ πίστει νοούμενον, οὐ γράμματι νῦν τηρούμενον·
  • οἳ μιᾷ ταύτῃ προσέχοντες ἐντολῇ οὐκ ἀφορῶσιν εἰς τὸ
  • εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὅτι διαμαρτύρομαι παντὶ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶ τοῦ πάντα τὸν νόμον ποιῆσαι. Ἐν δὲ τοῖς ἑτέροις οὗτοι συμφωνοῦσι πρὸς πάντα τὰ τῇ ἐκκλησίᾳ ὑπὸ τῶν ἀποστόλων παραδεδομένα.

    v.1.p.436

  • Ἕτεροι δὲ καὶ αὐτοὶ αἱρετικώτεροι τὴν φύσιν, Φρύγες
  • τὸ γένος, προληφθέντες ὑπὸ γυναίων ἠπάτηνται, Πρισκίλλης τινὸς καὶ Μαξιμίλλης καλουμένων, ἃς προφήτιδας νομίζουσιν, ἐν ταύταις τὸ παράκλητον πνεῦμα κεχωρηκέναι λέγοντες, καί τινα πρὸ αὐτῶν Μοντανὸν ὁμοίως δοξάζουσιν ὡς προφήτην, ὧν
  • βίβλους ἀπείρους ἔχοντες πλανῶνται, μήτε τὰ ὑπ᾿ αὐτῶν λελαλημένα
  • λόγῳ κρίναντες, μήτε τοῖς κρῖναι δυναμένοις προσέχοντες, ἀλλ᾿ ἀκρίτως τῇ πρὸς αὐτοὺς πίστει προσφέρονται, πλεῖόν τι δι᾿ αὐτῶν φάσκοντες [ὡς] μεμαθηκέναι ἢ ἐκ νόμου καὶ προφητῶν καὶ τῶν εὐαγγελίων. Ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα
  • ταῦτα τὰ γύναια δοξάζουσιν, ὡς τολμᾶν πλεῖόν τι Χριστοῦ
  • ἐν τούτοις λέγειν τινὰς αὐτῶν γεγονέναι. Οὗτοι τὸν μὲν πατέρα τῶν ὅλων θεὸν καὶ πάντων κτίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῥαφανοφαγίας
  • φάσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι. Τινὲς δὲ αὐτῶν
  • τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. Περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις.
  • Ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων εἰρημένα κρίνομεν, δι᾿
  • ὀλίγων τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια, οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.

    Ἕτεροι δὲ ἑαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας τὰ μὲν

  • περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι,
  • περὶ δὲ πολιτείαν πεφυσιωμένοι ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων δοξάζειν νομίζοντες ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες, καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον Κυνικοὶ ἢ Χριστιανοὶ οἱ τοιοῦτοι κρινόμενοι,
  • οὐ προσέχοντες τοῖς διὰ τοῦ ἀποστόλου Παύλου εἰς αὐτοὺς
  • προειρημένοις, ὃς προφητεύων τὰ μέλλοντα ὑπό τινων μάτην καινίζεσθαι οὕτως ἔφη· Τὸ δὲ πνεῦμα ῥητῶς λέγει· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις
    v.1.p.438
  • καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων,
  • κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς
  • καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα θεοῦ
  • καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. Ἱκανὴ μὲν οὖν αὕτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων δικαίων
  • εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις. Εἰ δὲ καὶ ἕτεραί τινες αἱρέσεις
  • ὀνομάζονται Καϊνῶν, Ὀφιτῶν ἢ Νοχαϊτῶν καὶ ἑτέρων τοιούτων, οὐκ ἀναγκαῖον ἥγημαι τὰ ὑπ᾿ αὐτῶν λεγόμενα ἢ γινόμενα ἐκθέσθαι, ἵνα μὴ κἂν ἐν τούτῳ τινὰς αὑτοὺς ἢ λόγου ἀξίους ἡγῶνται. Ἀλλ᾿ ἐπεὶ καὶ τὰ περὶ τούτων αὐτάρκη δοκεῖ
  • εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν αἵρεσιν
  • Νοητιανῶν, τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες, καὶ τὸν ἔνδον ὄντα ἰὸν φανερὸν ἐλέγξαντες, παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἐπαγομένους ὑπὸ πνεύματος βιαίου, δίκην χειμάρρου.