Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἐπεὶ οὗν οὐδὲν ἦν, οὐχ ὕλη, οὐκ οὐσία, οὐκ ἀνούσιον,

  • οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐκ ἀνόητον, οὐκ ἀναίσθητον,
  • οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὀνομαζομένων ἢ δι᾿ αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾿ οὕτω καὶ ἔτι λεπτομερεστέρως πάντων ἁπλῶς περιγεγραμμένων, οὐκ ὢν θεός, (ὃν Ἀριστοτέλης καλεῖ νόησιν
  • νοήσεως, οὗτοι δὲ οὐκ ὄντα) ἀνοήτως, ἀναισθήτως, ἀβούλως,
  • ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι. Τὸ δὲ ἠθέλησε λέγω, φησί, σημασίας χάριν, ἀθελήτως καὶ ἀνοήτως καὶ ἀναισθήτως· κόσμον δὲ οὐ τὸν κατὰ πλάτος καὶ διαίρεσιν γεγενημένον ὕστερον καὶ διεστῶτα, ἀλλὰ γὰρ
  • σπέρμα κόσμου. Τὸ δὲ σπέρμα τοῦ κόσμου πάντα εἶχεν ἐν
  • ἑαυτῷ, ὡς ὁ τοῦ σινάπεως κόκκος ἐν ἐλαχίστῳ συλλαβὼν ἔχει πάντα ὁμοῦ, τὰς ῥίζας, τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὰ ἀνεξαρίθμητα [μετὰ] τῶν κόκκων [ἀπ]ὸ τοῦ φυτοῦ γεννώμενα
  • σπέρματα πάλιν ἄλλων καὶ ἄλλων πολλάκις φυτῶν κεχυμένων.
  • Οὕτως οὐκ ὢν θεὸς ἐποίησε κόσμον οὐκ ὄντα ἐξ οὐκ ὄντων, καταβαλόμενος καὶ ὑποστήσας σπέρμα τι ἓν ἔχον πᾶσαν ἐν ἑαυτῷ τὴν τοῦ κόσμου πανσπερμίαν. Ἵνα δὲ καταφανέστερον ποιήσω τοῦτο ὅπερ ἐκεῖνοι λέγουσι· καθάπερ ὠὸν ὄρνιθος
  • εὐποικίλου τινὸς καὶ πολυχρωμάτου, οἱονεὶ τοῦ ταῶνος ἢ ἄλλου
  • τινὸς ἔτι μᾶλλον πολυμόρφου καὶ πολυχρωμάτου, ἓν ὂν ὄντως ἔχει ἐν ἑαυτῷ πολλὰς οὐσιῶν πολυμόρφων καὶ πολυχρωμάτων καὶ πολυσυστάτων ἰδέας, οὕτως ἔχει τὸ καταβληθέν, φησίν, ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ οὐκ ὂν σπέρμα [πανσπερμίαν]
  • τοῦ κόσμου πολύμορφον ὁμοῦ καὶ πολυούσιον.
  • Πάντα οὖν, ὅσα ἐστὶν εἰπεῖν καὶ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσα τῷ μέλλοντι κόσμῳ γενέσθαι ἀπὸ τοῦ σπέρματος

    v.1.p.360
    ἔμελλεν ἁρμόζειν, ἀναγκαίοις καιροῖς ἰδίως κατὰ προσθήκην αὐξανόμενα, ὡς ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον
  • οὐκ εἰπεῖν οὐδὲ νοήσει δυνατὴ γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ]
  • ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕστερον ὁρῶμεν καὶ πατρικὴν προσγενέσθαι οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ ἃ μὴ πρότερον ἦν γίνεται. Ἐπεὶ δὲ ἦν ἄπορον εἰπεῖν
  • προβολήν τινα τοῦ μὴ ὄντος θεοῦ γεγονέναι τι οὐκ ὄν,
  • — φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης — ποίας γὰρ προβολῆς χρεία, ἢ ποίας ὕλης ὑπόθεσις, ἵνα κόσμον θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα, ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον
  • ἤ τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει; Ἀλλὰ εἶπε,
  • φησί, καὶ ἐγένετο, καὶ τοῦτό ἐστιν, ὡς λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ Μωσέως· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός· οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ᾿ αὐτὸ μόνον ἐκ τῆς φωνῆς
  • τοῦ λέγοντος, ὁ δὲ λέγων, φησίν, οὐκ ἧν, οὐδὲ τὸ γενόμενον
  • ἦν. Γέγονε, φησίν, ἐξ οὐκ ὄντων τὸ σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθείς· γενηθήτω φῶς, καὶ τοῦτο, φησίν, ἔστι τὸ λεγόμενον ἐν τοῖς εὐαγγελίοις· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
  • κόσμον. Λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου
  • καὶ φωτίζεται. Τοῦτό ἐστι τὸ σπέρμα, ὃ ἔχει ἐν ἑαυτῷ πᾶσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ ἐστὶν οὐκ ὄν. Ὑποκειμένου τοίνυν τοῦ
  • κοσμικοῦ σπέρματος, ἐκεῖνοι λέγουσιν· ὅ, τι ἂν λέγω, φησίν,
  • μετὰ ταῦτα γεγονέναι, μὴ ἐπιζήτει πόθεν. Εἶχε γὰρ πάντα τὰ σπέρματα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα, οἷον οὐκ ὄντα, ὑπό τε τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. Ἴδωμεν οὖν, τί λέγουσι πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον
    v.1.p.362
  • τὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. Ἦν,
  • φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γενητὴ ἐξ οὐκ ὄντων. Ταύτης τῆς υἱότητος τῆς τριχῆ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ [παχυμερές, τὸ δὲ] ἀποκαθάρσεως δεόμενον. Τὸ μὲν οὖν λεπτομερὲς
  • εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν
  • πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω, ποιητικῷ τινὶ χρησάμενον τάχει ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ ἐγένετο, φησί, πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ δι᾿ ὑπερβολὴν
  • κάλλους καὶ ὡραιότητος πᾶσα φύσις ὀρέγεται, ἄλλη δὲ
  • ἄλλως. Ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα τῆς λεπτομερείας, ἧς εἶχεν ἡ δι᾿ αὐτῆς υἱότης ἀναδραμοῦσα, ἀπελείπετο. Ἐπτέρωσεν οὖν αὐτὴν ἡ υἱότης ἡ παχυμερεστέρα
  • τοιούτῳ τινὶ πτερῷ, ὁποίῳ διδάσκαλος ὦν Πλάτων
  • Ἀριστοτέλους ἐν Φαίδρῳ τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερόν, ἀλλὰ πνεῦμα ἅγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. Εὐεργετεῖ μέν, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ κατ᾿ αὐτὸ τοῦ ὄρνιθος ἀπηλλαγμένον
  • οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ᾿ αὖ ὄρνις
  • ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος. Τοιοῦτόν τινα τὸν λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸ πνεῦμα πρὸς τὴν υἱότητα. Ἀναφερομένη γὰρ ὑπὸ τοῦ πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ ἀναφέρει
  • τὸ πτερόν, τουτέστι τὸ πνεῦμα, καὶ πλησίον γενομένη τῆς
  • λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκ ὄντος καὶ δημιουργήσαντος ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μετ᾿ αὐτῆς οὐκ ἠδύνατο, ἧν γὰρ οὐχ ὁμοούσιον, οὐδὲ φύσιν εἶχε μετὰ τῆς υἱότητος· ἀλλὰ ὥσπερ ἔστι παρὰ φύσιν καὶ ὀλέθριος τοῖς ἰχθύσιν ἀὴρ
  • καθαρὸς καὶ ξηρός, οὕτω τῷ πνεύματι τῷ ἁγίῳ ἦν παρὰ φύσιν
  • ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ πάντων ἀνώτερον ὀνομάτων τοῦ οὐκ ὄντος ὁμοῦ θεοῦ χωρίον καὶ τῆς υἱότητος. Κατέλιπεν
    v.1.p.364
    οὖν αὐτὸ πλησίον ἡ υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου μηδὲ χαρακτηρισθῆναι τινὶ λόγῳ χωρίου
  • οὐ παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος·
  • ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτι μάλιστα ἐπιμελῶς ἐκκενωθείη, ὅμως ὀσμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, κἂν ᾖ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὀσμὴν τὸ ἀγγεῖον ἔχει, εἰ καὶ μὴ μύρον, οὕτως τὸ
  • πνεῦμα τὸ ἄγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον,
  • ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, [τῆς υἱότητος] ὀσμήν· καὶ τοῦτό ἐστι τὸ λεγόμενον· ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τοῦ Ἀαρών, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω
  • μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ᾿ ἡμᾶς, ὅθεν
  • ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. Σπεύδει γὰρ, φησί, πάντα κάτωθεν ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως ἀνόητόν ἐστι τῶν [ἐν] τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω.
  • Ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη ἐμμεμένηκε
  • τῷ μεγάλῳ τῆς πανσπερμίας σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. Τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.

  • Ἐπεὶ οὖν γέγονε πρώτη καὶ δευτέρα ἀναδρομὴ τῆς
  • υἱότητος καὶ μεμένηκεν αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸν εἰρημένον τρόπον, στερέωμα τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου μεταξὺ τεταγμένον — διῄρηται γὰρ ὑπὸ Βασιλείδου τὰ ὄντα εἰς δύο τὰς προεχεῖς καὶ πρώτας διαιρέσεις, καὶ καλεῖται κατ᾿ αὐτὸν
  • τὸ μέν τι κόσμος, τὸ δέ τι ὑπερκόσμια, τὸ δὲ μεταξὺ τοῦ
  • κόσμου καὶ τῶν ὑπερκοσμίων μεθόριον πνεῦμα τοῦτο, ὅπερ ἐστὶ καὶ ἅγιον καὶ τῆς υἱότητος ἔχει μένουσαν ἐν ἑαυτῷ τὴν ὀσμήν — ὄντος οὖν τοῦ στερεώματος, ὅ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ, διέσφυξε καὶ ἐγεννήθη ἀπὸ τοῦ κοσμικοῦ σπέρματος
  • καὶ τῆς πανσπερμίας τοῦ σωροῦ ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ
  • v.1.p.366
    κόσμου, κάλλος τι καὶ μέγεθος καὶ δύναμις λυθῆναι μὴ δυναμένη. Ἀρρήτων γάρ, φησίν, ἐστὶν ἀρρητότερος καὶ δυνατῶν δυνατώτερος καὶ σοφῶν σοφώτερος, καὶ ὅ, τι ἂν εἴπῃς πάντων τῶν καλῶν κρείττων· οὗτος γεννηθεὶς ἐπῆρεν ἑαυτὸν καὶ
  • μετεώρισε καὶ ἠνέχθη ὅλος ἄνω μέχρι τοῦ στερεώματος, τῆς δὲ
  • ἀναδρομῆς καὶ τοῦ ὑψώματος τὸ στερέωμα τέλος εἶναι νομίσας, καὶ μηδὲ εἶναι μετὰ ταῦτα ὅλως μηδὲν ἐπινοήσας, ἐγένετο μὲν ὑποκειμένων πάντων, ὅσα ἦν λοιπὸν κοσμικά, σοφώτερος, δυνατώτερος, ἐκπρεπέστερος, φωτεινότερος, πᾶν ὅ, τι ἂν εἴπῃς
  • καλὸν διαφέρον χωρὶς μόνης τῆς ὑπολελειμμένης υἱότητος ἔτι ἐν
  • τῇ πανσπερμίᾳ· ἠγνόει γὰρ ὅτι ἐστὶν αὐτοῦ σοφωτέρα καὶ δυνατωτέρα καὶ κρείττων. Νομίσας οὖν αὐτὸς εἶναι κύριος καὶ δεσπότης καὶ σοφὸς ἀρχιτέκτων τρέπεται εἰς τὴν καθ᾿ ἕκαστα κτίσιν τοῦ κόσμου. Καὶ πρῶτον μὲν ἠξίωσε μὴ εἶναι μόνος,
  • ἀλλὰ ἐποίησεν ἑαυτῷ καὶ ἐγέννησεν ἐκ τῶν ὑποκειμένων υἱὸν
  • ἑαυτοῦ πολὺ κρείττονα καὶ σοφώτερον. Ταῦτα γὰρ ἦν πάντα προβεβουλευμένος ὁ οὐκ ὢν θεός, ὅτε τὴν πανσπερμίαν κατέβαλεν. Ἰδὼν οὗν τὸν υἱὸν ἐθαύμασε καὶ ἠγάπησε καὶ κατεπλάγη· τοιοῦτον γάρ τι κάλλος ἐφαίνετο υἱοῦ τῷ μεγάλῳ ἄρχοντι·
  • καὶ ἐκάθισεν αὐτὸν ἐκ δεξιῶν ὁ ἄρχων. Αὕτη ἐστὶν ἡ
  • κατ᾿ αὐτοὺς ὀγδοὰς λεγομένη, ὅπου ἐστὶν ὁ μέγας ἄρχων καθήμενος. Πᾶσαν οὖν τὴν ἐπουράνιον κτίσιν, τουτέστι τὴν αἰθέριον, αὐτὸς εἰργάσατο ὁ δημιουργὸς ὁ μέγας σοφός· ἐνήργει δὲ αὐτῷ καὶ ὑπετίθετο ὁ υἱὸς ὁ τούτου γενόμενος, ὢν αὐτοῦ
  • τοῦ δημιουργοῦ πολὺ σοφώτερος.
  • Αὕτη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην σώματος φυσικοῦ ὀργανικοῦ ἐντελέχεια, ψυχὴ ἐνεργοῦσα τῷ σώματι, ἧς δίχα τὸ σῶμα ἐργάζεσθαι οὐδὲν δύναται, μεῖζον καὶ ἐπιφανέστερον καὶ δυνατώτερον καὶ σοφώτερον τοῦ σώματος. Ὃν λόγον οὖν

  • Ἀριστοτέλης ἀποδέδωκε περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος πρότερος,
  • Βασιλείδης περὶ τοῦ μεγάλου ἄρχοντος καὶ τοῦ κατ᾿ αὐτὸν υἱοῦ διασαφεῖ. Τόν τε γὰρ υἱὸν ὁ ἄρχων κατὰ Βασιλείδην
    v.1.p.368
    γεγέννηκε, τήν τε ψυχὴν ἔργον καὶ ἀποτέλεσμά φησιν εἶναι ὁ Ἀριστοτέλης φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχειαν. Ὡς οὖν
  • ἡ ἐντελέχεια διοικεῖ τὸ σῶμα, οὕτως ὁ υἱὸς διοικεῖ κατὰ Βασιλείδην
  • τὸν ἀρρήτων ἀρρητότερον θεόν. Πάντα οὗν ἔστι προνοούμενα καὶ διοικούμενα ὑπὸ τῆς ἐντελεχείας τοῦ ἄρχοντος τοῦ μεγάλου τὰ αἰθέρια, ἅτινα μέχρι σελήνης ἐστίν· ἐκεῖθεν γὰρ ἀὴρ αἰθέρος διακρίνεται. Κεκοσμημένων οὖν πάντων τῶν αἰθερίων
  • πάλιν ἀπὸ τῆς πανσπερμίας ἄλλος ἄρχων ἀνέβη, μείζων
  • μὲν πάντων τῶν ὑποκειμένων χωρὶς μέντοι τῆς καταλελειμμένης υἱότητος, πολὺ δὲ ὑποδεέστερος τοῦ πρώτου ἄρχοντος. Ἔστι δὲ καὶ οὗτος ἄρρητος ὑπ᾿ αὐτῶν λεγόμενος. Καὶ καλεῖται ὁ τόπος οὗτος ἑβδομάς, καὶ πάντων τῶν ὑποκειμένων οὗτός
  • ἐστι διοικητὴς καὶ δημιουργός, ποιήσας καὶ αὐτὸς ἑαυτῷ
  • υἱὸν ἐκ τῆς πανσπερμίας, καὶ αὐτὸς ἑαυτοῦ φρονιμώτερον καὶ σοφώτερον, παραπλησίως τοῖς ἐπὶ τοῦ πρώτου λελεγμένοις. Τὸ δὲ ἐν τῷ διαστήματι τούτῳ ὁ σωρὸς αὐτὸς ἐστί, φησί, καὶ ἡ πανσπερμία, καὶ γίνεται κατὰ φύσιν τὰ γινόμενα ὡς φθάσαν
  • τεχθῆναι ὑπὸ τοῦ τὰ μέλλοντα λέγεσθαι, ὅτε δεῖ καὶ οἷα δεῖ
  • καὶ ὡς δεῖ λελογισμένῳ. Καὶ τούτων ἔστιν ἐπιστάτης ἢ φροντιστὴς ἢ δημιουργὸς οὐδείς· ἀρκεῖ γὰρ αὐτοῖς ὁ λογισμὸς ἐκεῖνος, ὃν ὁ οὐκ ὢν ὅτε ἐποίει ἐλογίζετο.

    Ἐπεὶ οὖν τετέλεσται κατ᾿ αὐτοὺς ὁ κόσμος ὅλος καὶ

  • τὰ ὑπερκόσμια καὶ ἔστιν ἐνδεὲς οὐδέν, λείπεται δὲ ἐν τῇ πανσπερμίᾳ
  • ἡ υἱότης ἡ τρίτη, ἡ καταλελειμμένη εὐεργετεῖν καὶ εὐεργετεῖσθαι ἐν τῷ σπέρματι, καὶ ἔδει τὴν ὑπολελειμμένην υἱότητα ἀποκαλυφθῆναι καὶ ἀποκατασταθῆναι ἄνω ἐκεῖ ὑπὲρ τὸ μεθόριον πνεῦμα πρὸς τὴν υἱότητα τὴν λεπτομερῆ καὶ μιμητικὴν καὶ
  • τὸν οὐκ ὄντα, ὡς γέγραπται, φησί· Καὶ ἡ κτίσις αὐτὴ συστενάζει
  • καὶ συνωδίνει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἐκδεχομένη. Υἱοὶ δέ, φησίν, ἐσμὲν ἡμεῖς οἱ πνευματικοί, ἐνθάδε καταλελειμμένοι διακοσμῆσαι καὶ διατυπῶσαι
    v.1.p.370
    καὶ διορθώσασθαι καὶ τελειῶσαι τὰς ψυχὰς κάτω φύσιν
  • ἐχούσας μένειν ἐν τούτῳ τῷ διαστήματι. Μέχρι μὲν οὗν
  • Μωσέως ἀπὸ Ἀδὰμ ἐβασίλευσεν ἡ ἁμαρτία, καθὼς γέγραπται· ἐβασίλευσε γὰρ ὁ μέγας ἄρχων ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι στερεώματος, νομίζων αὐτὸς εἶναι θεὸς μόνος, καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν, πάντα γὰρ ἦν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ.
  • Τοῦτο, φησίν, ἐστὶ τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ
  • ἐγνωρίσθη, ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος ὡς ἐδόκει τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ ὀγδοάς. Ἦν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος ἡ ἑβδομάς, καὶ ἔστιν ἡ μὲν ὀγδοὰς ἄρρητος, ῥητὸν δὲ ἡ ἑβδομάς. Οὗτος ἐστί,
  • φησίν, ὁ τῆς ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών·
  • Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς (οὕτως γὰρ θέλουσι γεγράφθαι), τουτέστι τοῦ ἀρρήτου τῆς ὀγδοάδος ἄρχοντος θεοῦ. Πάντες οὖν οἱ προφῆται οἱ πρὸ τοῦ σωτῆρος, φησίν, ἐκεῖθεν
  • ἐλάλησαν. Ἐπεὶ οὖν ἔδει ἀποκαλυφθῆναι, φησίν, ἡμᾶς τὰ
  • τέκνα τοῦ θεοῦ, περὶ ὧν ἐστέναξε, φησίν, ἡ κτίσις καὶ ὤδινεν, ἀπεκδεχομένη τὴν ἀποκάλυψιν, ἦλθε τὸ εὐαγγέλιον εἰς τὸν κόσμον, καὶ διῆλθε διὰ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· ἦλθε δὲ ὄντως, καίπερ
  • οὐδὲν κατῆλθεν ἄνωθεν, οὐδὲ ἐξέστη ἡ μακαρία υἱότης
  • ἐκείνου τοῦ ἀπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. Ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὁ ἰνδικός, ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος συνάπτει πῦρ, οὕτω κάτωθεν ἀπὸ τῆς
  • ἀμορφίας τοῦ σωροῦ διήκουσιν αἱ δυνάμεις μέχρις ἄνω τῆς
  • υἱότητος. Ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν νάφθαν τὸν ἰνδικόν, οἷον ἅφθας τις ὢν ὁ τοῦ μεγάλου τῆς ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον μακαρίας υἱότητος. Ἡ γὰρ ἐν μέσῳ τοῦ ἁγίου πνεύματος ἐν τῷ μεθορίῳ
  • τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα τῆς υἱότητος
  • μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.

    v.1.p.372

    Ἦλθεν οὖν τὸ εὐαγγέλιον πρῶτον ἀπὸ τῆς υἱότητος, φησί, διὰ τοῦ παρακαθημένου τῷ ἄρχοντι υἱοῦ πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων, ὅτι οὐκ ἦν θεὸς τῶν ὅλων, ἀλλ᾿

  • ἦν γεννητὸς καὶ ἔχων αὐτοῦ ὑπεράνω τὸν τοῦ ἀρρήτου καὶ ἀκατονομάστου
  • οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν, καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἵᾳ ἦν ἀγνοίᾳ. Τοῦτο ἐστί, φησί, τὸ εἰρημένον· Ἀρχὴ σοφίας φόβος κυρίου. Ἤρξατο γὰρ σοφίζεσθαι κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου
  • Χριστοῦ, διδασκόμενος τίς ἐστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότης, τί τὸ
  • ἅγιον πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευή, ποῦ ταῦτα ἀποκατασταθήσεται· αὕτη ἐστὶν ἡ σοφία ἐν μυστηρίῳ λεγομένη, περὶ ἦς, φησίν, ἡ γραφὴ λέγει· Οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος.
  • Κατηχηθεὶς οὗν, φησίν, ὁ ἄρχων καὶ διδαχθεὶς καὶ φοβηθεὶς
  • ἐξωμολογήσατο περὶ ἁμαρτίας, ἧς ἐποίησε μεγαλύνων ἑαυτόν. Τοῦτο ἐστί, φησί, τὸ εἰρημένον· Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, ὑπὲρ ταύτης ἐξομολογήσομαι εἰς τὸν αἰῶνα. Ἐπεὶ οὖν κατήχητο
  • μὲν ὁ μέγας ἄρχων, κατήχητο δὲ καὶ δεδίδακτο πᾶσα ἡ τῆς
  • ὀγδοάδος κτίσις καὶ ἐγνωρίσθη τοῖς ἐπουρανίοις τὸ μυστήριον, ἔδει λοιπὸν καὶ ἐπὶ τὴν ἑβδομάδα ἐλθεῖν τὸ εὐαγγέλιον, ἵνα καὶ ὁ τῆς ἑβδομάδος παραπλησίως ἄρχων διδαχθῇ καὶ εὐαγγελισθήσεται. Ἐπέλαμψεν [οὖν] ὁ υἱὸς τοῦ μεγάλου ἄρχοντος τῷ
  • υἱῷ τοῦ ἄρχοντος τῆς ἑβδομάδος τὸ φῶς, ὃ εἶχεν ἅψας αὐτὸς
  • ἄνωθεν ἀπὸ τῆς υἱότητος, καὶ ἐφωτίσθη ὁ υἱὸς τοῦ ἄρχοντος τῆς ἑβδομάδος, καὶ εὐηγγελίσατο τὸ εὐαγγέλιον τῷ ἄρχοντι τῆς ἑβδομάδος, καὶ ὁμοίως κατὰ τὸν πρῶτον λόγον καὶ αὐτὸς ἐφοβήθη καὶ ἐξωμολογήσατο. Ἐπεὶ οὖν καὶ τὰ ἐν τῇ ἑβδομάδι
  • πάντα πεφώτιστο καὶ διήγγελτο τὸ εὐαγγέλιον αὐτοῖς· (κτίσεις
  • γάρ εἰσι κατ᾿ αὐτὰ τὰ διαστήματα κατ᾿ αὐτοὺς ἄπειροι καὶ ἀρχαὶ καὶ δυνάμεις καὶ ἐξουσίαι, περὶ ὧν μακρός ἐστι κατ᾿ αὐτοὺς πάνυ λόγος λεγόμενος διὰ πολλῶν, ἔνθα καὶ τριακοσίους ἑξήκοντα πέντε οὐρανοὺς φάσκουσι, καὶ τὸν μέγαν ἄρχοντα αὐτῶν
  • εἶναι τὸν Ἁβρασὰξ διὰ τὸ περιέχειν τὸ ὄνομα αὐτοῦ ψῆφον
  • v.1.p.374
    (??), ὥστε τοῦ ὀνόματος τὴν ψῆφον περιέχειν πάντα, καὶ διὰ τοῦτο τὸν ἐνιαυτὸν τοσαύταις ἡμέραις συνεστάναι·) ἀλλ᾿ ἐπεί, φησί, ταῦθ᾿ οὕτως ἐγένετο, ἔδει λοιπὸν καὶ τὴν ἀμορφίαν καθ᾿ ἡμᾶς φωτισθῆναι καὶ τῇ υἱότητι τῇ ἐν τῇ ἀμορφίᾳ καταλελειμμένῃ
  • οἱονεὶ ἐκτρώματι ἀποκαλυφθῆναι τὸ μυστήριον, ὃ ταῖς
  • προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, καθὼς γέγραπται, φησί· Κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καί· Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν. Κατῆλθεν [οὖν] ἀπὸ τῆς ἑβδομάδος τὸ φῶς, τὸ κατελθὸν
  • ἀπὸ τῆς ὀγδοάδος ἄνωθεν τῷ υἱῷ τῆς ἑβδομάδος, ἐπὶ τὸν
  • Ἰησοῦν τὸν υἱὸν τῆς Μαρίας, καὶ ἐφωτίσθη συνεξαφθεὶς τῷ φωτὶ τῷ λάμψαντι εἰς αὐτόν. Τοῦτο ἐστί, φησί, τὸ εἰρημένον· Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σέ, τὸ ἀπὸ τῆς υἱότητος διὰ τοῦ μεθορίου πνεύματος ἐπὶ τὴν ὀγδοάδα καὶ τὴν ἑβδομάδα
  • διελθὸν μέχρι τῆς Μαρίας, καὶ δύναμις ὑψίστου
  • ἐπισκιάσει σοι, ἡ δύναμις τῆς κρίσεως ἀπὸ τῆς ἀκρωρείας ἄνωθεν [διὰ] τοῦ δημιουργοῦ μέχρι τῆς κτίσεως, ὅ ἐστι τοῦ υἱοῦ. Μέχρι δὲ ἐκείνου φησὶ συνεστηκέναι τὸν κόσμον οὕτως, μέχρις οὖ πᾶσα ἡ υἱότης ἡ καταλελειμμένη εἰς τὸ εὐεργετεῖν
  • τὰς ψυχὰς ἐν ἀμορφίᾳ καὶ εὐεργετεῖσθαι διαμορφουμένη κατακολουθήσῃ
  • τῷ Ἰησοῦ καὶ ἀναδράμῃ καὶ ἔλθῃ ἀποκαθαρισθεῖσα· καὶ γίνεται λεπτομερεστάτη, ὡς δύνασθαι δι᾿ αὐτῆς ἀναδραμεῖν ὥσπερ ἡ πρώτη. Πᾶσαν γὰρ ἔχει τὴν δύναμιν συνεστηριγμένην φυσικῶς τῷ φωτὶ τῷ λάμψαντι ἄνωθεν κάτω.

  • Ὅταν οὖν ἔλθῃ, φησί, πᾶσα υἱότης καὶ ἔσται ὑπὲρ
  • τὸ μεθόριον, τὸ πνεῦμα, τότε ἐλεηθήσεται ἡ κτίσις· στένει γὰρ μέχρι τοῦ νῦν καὶ βασανίζεται καὶ μένει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ, ἵνα πάντες ἀνέλθωσιν ἐντεῦθεν οἱ τῆς υἱότητος ἄνθρωποι· ἐπειδὰν [οὖν] γένηται τοῦτο, ἐπάξει, φησίν, ὁ
  • θεὸς ἐπὶ τὸν κόσμον ὅλον τὴν μεγάλην ἄγνοιαν, ἵνα μένῃ
  • πάντα κατὰ φύσιν καὶ μηδὲν μηδενὸς τῶν παρὰ φύσιν ἐπιθυ[μήσῃ]. Ἀλλὰ γὰρ πᾶσαι αἱ ψυχαὶ τούτου τοῦ διαστήματος,
    v.1.p.376
    ὅσαι φύσιν ἔχουσιν ἐν τούτῳ ἀθάνατοι διαμένειν μόνῳ, μενοῦσιν οὐδὲν ἐπιστάμεναι τούτου τοῦ διαστήματος διάφορον οὐδὲ
  • βέλτιον, οὐδὲ ἀκοή τις ἔσται τῶν ὑπερκειμένων ἐν τοῖς ὑποκειμένοις
  • οὐδὲ γνῶσις, ἵνα μὴ τῶν ἀδυνάτων αἱ ὑποκείμεναι ψυχαὶ ὀρεγόμεναι βασανίζωνται, καθάπερ ἰχθὺς ἐπιθυμήσας ἐν τοῖς ὄρεσι μετὰ τῶν προβάτων νέμεσθαι· ἐγένετο [γὰρ] ἄν, φησίν, αὐτοῖς ἡ τοιαύτη ἐπιθυμία φθορά. Ἔστιν οὖν, φησίν,
  • ἄφθαρτα πάντα τὰ κατὰ χώραν μένοντα, φθαρτὰ δέ, ἐὰν ἐκ
  • τῶν κατὰ φύσιν ὑπερπηδᾶν καὶ ὑπερβαίνειν βούλοιντο. Οὕτως οὐδὲν ὁ ἄρχων τῆς ἑβδομάδος γνώσεται τῶν ὑπερκειμένων· καταλήψεται γὰρ καὶ τοῦτον ἡ μεγάλη ἄγνοια, ἵνα ἀποστῇ ἀπ᾿ αὐτοῦ λύπη καὶ ὀδύνη καὶ στεναγμός· ἐπιθυμήσει γὰρ οὐδενὸς
  • τῶν ἀδυνάτων οὐδὲ λυπηθήσεται. Καταλήψεται δὲ ὁμοίως καὶ
  • τὸν μέγαν ἄρχοντα τῆς ὀγδοάδος ἡ ἄγνοια αὕτη καὶ πάσας τὰς ὑποκειμένας αὐτῷ κτίσεις παραπλησίως, ἵνα μηδὲν κατὰ μηδὲν ὀρέγηται τῶν παρὰ φύσιν τινὸς μηδὲ ὀδυνῆται· καὶ οὕτως ἡ ἀποκατάστασις ἔσται πάντων κατὰ φύσιν τεθεμελιωμένων μὲν
  • ἐν τῷ σπέρματι τῶν ὅλων ἐν ἀρχῇ, ἀποκατασταθησομένων δὲ
  • καιροῖς ἰδίοις. Ὅτι δὲ, φησίν, ἕκαστον ἰδίους ἔχει καιρούς, ἱκανὸς ὁ σωτὴρ λέγων· Οὔπω ἥκει ἡ ὥρα μου, καὶ οἱ μάγοι τὸν ἀστέρα τεθεαμένοι· ἦν γὰρ, φησί, καὶ αὐτὸς ὑπὸ γένεσιν ἀστέρων καὶ ὡρῶν ἀποκαταστάσεως ἐν τῷ μεγάλῳ προλελογισμένος
  • σωρῷ. Οὗτος ἐστὶν ὁ κατ᾿ αὐτοὺς νενοημένος ἔσω
  • ἄνθρωπος πνευματικὸς ἐν τῷ ψυχικῷ (ὃ ἐστὶν υἱότης ἐνταῦθα ἀπολιποῦσα τὴν ψυχήν, οὐ θνητὴν ἀλλὰ αὐτοῦ μένουσαν κατὰ φύσιν, ᾗπερ ἄνω λέλοιπεν ἡ πρώτη υἱότης τὸ ἅγιον πνεῦμα
  • τὸ μεθόριον ἐν οἰκείῳ τόπῳ), ἰδίαν τότε περιβεβλημένος ψυχήν.
  • Ἵνα δὲ μηδὲν τῶν κατ᾿ αὐτοὺς παραλείπωμεν, ὅσα καὶ περὶ εὐαγγελίου λέγουσιν ἐκθήσομαι. Εὐαγγέλιον ἐστὶ κατ᾿ αὐτοὺς ἡ τῶν ὑπερκοσμίων γνῶσις, ὡς δεδήλωται, ἣν ὁ μέγας ἄρχων οὐκ ἠπίστατο. Ὡς οὖν ἐδηλώθη αὐτῷ, ὅτι καὶ τὸ πνεῦμα ἅγιον

    v.1.p.378
  • ἐστί, τουτέστι τὸ μεθόριον, καὶ ἡ υἱότης καὶ θεὸς ὁ τούτων
  • αἴτιος πάντων ὁ οὐκ ὤν, ἐχάρη ἐπὶ τοῖς λεχθεῖσι καὶ ἠγαλλιάσατο· τουτέστι κατ᾿ αὐτοὺς τὸ εὐαγγέλιον. Ὁ δὲ Ἰησοῦς γεγένηται κατ᾿ αὐτοὺς ὡς προειρήκαμεν. Γεγενημένης δὲ τῆς γενέσεως τῆς προδεδηλωμένης, γέγονε πάντα ὁμοίως κατ᾿ αὐτοὺς
  • τὰ περὶ τοῦ σωτῆρος ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται. Γέγονε
  • δὲ ταῦτα, φησίν, ἵνα ἀπαρχὴ τῆς φυλοκρινήσεως γένηται τῶν συγκεχυμένων ὁ Ἰησοῦς. Ἐπεὶ γάρ ἐστιν ὁ κόσμος διῃρημένος εἰς ὀγδοάδα, ἥτις ἐστὶν ἡ κεφαλὴ τοῦ παντὸς κόσμου, (κεφαλὴ δὲ τοῦ παντὸς κόσμου ὁ μέγας ἄρχων,) καὶ εἰς ἑβδομάδα,
  • ἥτις ἐστὶν ἡ κεφαλὴ τῆς ἑβδομάδος, ὁ δημιουργὸς τῶν
  • ὑποκειμένων, καὶ εἰς τοῦτο τὸ διάστημα τὸ καθ᾿ ἡμᾶς, ὅπου ἐστὶν ἡ ἀμορφία, ἀναγκαῖον ἦν τὰ συγκεχυμένα φυλοκρινηθῆναι διὰ τῆς τοῦ Ἰησοῦ διαιρέσεως. Ἔπαθεν οὖν τοῦτο ὅπερ ἦν αὐτοῦ σωματικὸν μέρος, ὃ ἦν τῆς ἀμορφίας, καὶ ἀπεκατέστη
  • εἰς τὴν ἀμορφίαν· ἀνέστη δὲ τοῦτο ὅπερ ἦν ψυχικὸν αὐτοῦ μέρος,
  • ὅπερ ἦν τῆς ἑβδομάδος, καὶ ἀπεκατέστη εἰς τὴν ἑβδομάδα· ἀνέστησε δὲ τοῦτο ὅπερ ἦν τῆς ἀκρωρείας οἰκεῖον τοῦ μεγάλου ἄρχοντος καὶ ἔμεινε παρὰ τὸν ἄρχοντα τὸν μέγαν· ἀνήνεγκε δὲ μέχρις ἄνω τοῦτο ὅπερ ἦν τοῦ μεθορίου πνεύματος καὶ ἔμεινεν
  • ἐν τῷ μεθορίῳ πνεύματι· ἀπεκαθάρθη δὲ ἡ υἱότης ἡ τρίτη δι᾿
  • αὐτοῦ, ἡ ἐγκαταλελειμμένη πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι, καὶ ἀνῆλθε πρὸς τὴν μακαρίαν υἱότητα διὰ πάντων τούτων διελθοῦσα. Ὅλη γὰρ αὐτῶν ἡ ὑπόθεσις σύγχυσις οἱονεὶ πανσπερμίας καὶ φυλοκρίνησις καὶ ἀποκατάστασις τῶν συγκεχυμένων
  • εἰς τὰ οἰκεῖα. Τῆς οὖν φυλοκρινήσεως ἀπαρχὴ γέγονεν ὁ Ἰησοῦς,
  • καὶ τὸ πάθος οὐκ ἄλλου τινὸς χάριν γέγονεν ὑπὸ τοῦ φυλοκρινηθῆναι τὰ συγκεχυμένα Τούτῳ γὰρ τῷ τρόπῳ φησὶν ὅλην τὴν υἱότητα τὴν καταλελειμμένην εἰς τὴν ἀμορφίαν πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι δεῖν φυλοκρινηθῆναι, ᾧ τρόπῳ
  • καὶ ὁ Ἰησοῦς πεφυλοκρίνηται. Ταῦτα μὲν οὖν ἐστιν ἃ καὶ Βασιλείδης
  • μυθεύει σχολάσας κατὰ τὴν Αἴγυπτον, καὶ παρ᾿ αὐτῶν τὴν τοσαύτην σοφίαν διδαχθεὶς ἐκαρποφόρησε τοιούτους καρπούς.

    v.1.p.380

    Σατορνεῖλος δέ τις συνακμάσας τῷ Βασιλείδῃ κατα τὸν αὐτὸν χρόνον, διατρίψας δὲ ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐδογμάτισε

  • τοιαῦτα ὁποῖα καὶ Μένανδρος. Λέγει δὲ ἕνα πατέρα
  • ἄγνωστον τοῖς πᾶσιν ὑπάρχειν, τὸν ποιήσαντα ἀγγέλους, ἀρχαγγέλους, δυνάμεις, ἐξουσίας. Ἀπὸ δὲ ἑπτά τινων ἀγγέλων τὸν κόσμον γεγενῆσθαι καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν ἄνθρωπον δὲ ἀγγέλων εἶναι ποίημα, ἄνωθεν ἀπὸ τῆς αὐθεντίας φωτεινῆς
  • εἰκόνος ἐπιφανείσης, ἣν κατασχεῖν μὴ δυνηθέντες διὰ τὸ
  • παραχρῆμα, φησίν, ἀναδραμεῖν ἄνω, ἐκέλευσαν ἑαυτοῖς λέγοντες· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν· οὗ γενομένου, φησίν, καὶ [μὴ] δυναμένου ἀνορθοῦσθαι τοῦ πλάσματος διὰ τὸ ἀδρανὲς τῶν ἀγγέλων, ἀλλὰ
  • ὡς σκώληκος σκαρίζοντος, οἰκτείρασα αὐτὸν ἡ ἄνω δύναμις διὰ
  • τὸ ἐν ὁμοιώματι αὐτῆς γεγονέναι, ἔπεμψε σπινθῆρα ζωῆς, ὃς διήγειρε τὸν ἄνθρωπον καὶ ζῆν ἐποίησε. Τοῦτον οὖν τὸν σπινθῆρα τῆς ζωῆς μετὰ τὴν τελευτὴν ἀνατρέχειν πρὸς τὰ ὁμόφυλα λέγει, καὶ τὰ λοιπά, ἐξ ὧν ἐγένετο, εἰς ἐκεῖνα ἀναλύεσθαι.
  • Τὸν δὲ σωτῆρα ἀγέννητον ὑπέθετο καὶ ἀσώματον καὶ ἀνείδεον,
  • δοκήσει δὲ ἐπιπεφηνέναι ἄνθρωπον. Καὶ τὸν τῶν Ἰουδαίων θεὸν ἕνα τῶν ἀγγέλων εἶναί φησι, καὶ διὰ τὸ βούλεσθαι τὸν πατέρα καταλῦσαι πάντας τοὺς ἄρχοντας, παραγενέσθαι τὸν
    v.1.p.382
    Χριστὸν ἐπὶ καταλύσει τοῦ τῶν Ἰουδαίων θεοῦ καὶ ἐπὶ σωτηρίᾳ
  • τῶν πειθομένων αὐτῷ· εἶναι δὲ τούτους τοὺς ἔχοντας τὸν
  • σπινθῆρα τῆς ζωῆς ἐν αὐτοῖς. Δύο γὰρ γένη τῶν ἀνθρώπων ὑπὸ τῶν ἀγγέλων πεπλάσθαι ἔφη, τὸ μὲν πονηρόν, τὸ δὲ ἀγαθόν, καὶ ἐπειδὴ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, ἐληλυθέναι τὸν σωτῆρα ἐπὶ καταλύσει τῶν φαύλων ἀνθρώπων καὶ
  • δαιμόνων, ἐπὶ σωτηρίᾳ δὲ τῶν ἀγαθῶν. Τὸ δὲ γαμεῖν καὶ
  • γεννᾶν ἀπὸ τοῦ σατανᾶ φησιν εἶναι· οἱ πλείους τε τῶν ἀπ᾿ ἐκείνου καὶ ἐμψύχων ἀπέχονται, διὰ τῆς προσποιήτου ταύτης ἐγκρατείας . . . . τὰς δὲ προφητείας ἃς μὲν ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων λελαλῆσθαι, ἃς δὲ ἀπὸ τοῦ σατανᾶ, ὃν καὶ αὐτὸν
  • ἄγγελον ἀντιπράττοντα τοῖς κοσμικοῖς ὑπέθετο, μάλιστα δὲ τῷ
  • τῶν Ἰουδαίων θεῷ. Ταῦτα μὲν οὖν ὁ Σατορνεῖλος.

    Μαρκίων δὲ ὁ Ποντικὸς πολὺ τούτων μανικώτερος, τὰ πολλὰ τῶν πλειόνων παραπεμψάμενος ἐπὶ τὸ ἀναιδέστερον ὁρμήσας δύο ἀρχὰς τοῦ παντὸς ὑπέθετο, ἀγαθόν τινα λέγων καὶ

  • τὸν ἕτερον πονηρόν· καὶ αὐτὸς δὲ νομίζων καινόν τι παρεισαγαγεῖν
  • σχολὴν ἐσκεύασεν ἀπονοίας γέμουσαν καὶ κυνικοῦ βίου, ὤν τις μάχιμος. Οὗτος νομίζων λήσεσθαι τοὺς πολλούς, ὅτι μὴ Χριστοῦ τυγχάνοι μαθητὴς ἀλλ᾿ Ἐμπεδοκλέους πολὺ αὐτῷ προγενεστέρου τυγχάνοντος, ταὐτὰ ὁρίσας ἐδογμάτισε δύο εἶναι τὰ
  • τοῦ παντὸς αἴτια, νεῖκος καὶ φιλίαν. Τί γὰρ φησὶν ὁ Ἐμπεδοκλῆς
  • v.1.p.384
    περὶ τῆς τοῦ κόσμου διαγωγῆς; εἰ καὶ προείπομεν, ἀλλά γε καὶ νῦν πρὸς τὸ ἀντιπαραθεῖναι τῇ τοῦ κλεψιλόγου αἱρέσει οὐ σιωπήσομαι. Οὗτός φησιν εἶναι τὰ πάντα στοιχεῖα, ἐξ ὧν ὁ κόσμος συνέστηκε καὶ ἔστιν, ἕξ, δύο μὲν ὑλικά, γῆν καὶ ὕδωρ,
  • δύο δὲ ὄργανα, οἷς τὰ ὑλικὰ κοσμεῖται καὶ μεταβάλλεται, πῦρ
  • καὶ ἀέρα, δύο δὲ τὰ ἐργαζόμενα τοῖς ὀργάνοις τὴν ὕλην καὶ δημιουργοῦντα, νεῖκος καὶ φιλίαν, λέγων ὧδέ πως· Τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς [ἀργής], Ἥρη τε φερέσβιος, ἠ δ᾿ Ἀϊδωνεύς,
  • Νῆστις γε ἣ δακρύοις τέγγει κρουνῷ μακρόγιον.
  • Ζεύς ἐστι τὸ πῦρ, Ἥρη δὲ φερέσβιος ἡ γῆ ἡ φέρουσα τοὺς πρὸς τὸν βίον καρπούς, Ἀϊδωνεὺς δὲ ὁ ἀήρ, ὅτι πάντα δι᾿ αὐτοῦ βλέποντες μόνον αὐτὸν οὐ καθορῶμεν, Νῆστις δὲ τὸ ὕδωρ· μόνον γὰρ τοῦτο ὄχημα τροφῆς αἴτιον γινόμενον πᾶσι τοῖς τρεφομένοις,
  • αὐτὸ καθ᾿ αὑτὸ τρέφειν οὐ δυνάμενον τὰ τρεφόμενα.
  • Εἰ γὰρ ἔτρεφε, φησίν, οὐχ ἄν ποτε λιμῷ κατελήφθη τὰ ζῷα, ὕδατος ἐν τῷ κόσμῳ πλεονάζοντος ἀεί. Διὰ τοῦτο Νῆστιν καλεῖ τὸ ὕδωρ, ὅτι τροφῆς αἴτιον γινόμενον τρέφειν οὐχ εὐτονεῖ τὰ
  • τρεφόμενα. Ταῦτα μὲν οὖν ἐστιν ὡς τύπῳ περιλαβεῖν τοῦ κόσμου
  • τὰ συνέχοντα τὴν ὅλην ὑπόθεσιν· ὕδωρ καὶ γῆ, ἐξ ὧν τὰ γινόμενα, πῦρ καὶ πνεῦμα, τὰ ὄργανα καὶ τὰ δραστήρια, νεῖκος δὲ καὶ φιλία, τὰ δημιουργοῦντα τεχνικῶς. Καὶ ἡ μὲν φιλία εἰρήνη τίς ἐστι καὶ ὁμόνοια καὶ στοργὴ ἕνα τέλειον κατηρτισμένον
  • εἶναι προαιρουμένη τὸν κόσμον, τὸ δὲ νεῖκος ἀεὶ διασπᾷ
  • τὸν ἕνα καὶ κατακερματίζει ἢ ἀπεργάζεται ἐξ ἑνὸς πολλά. Ἔστι μὲν οὗν τὸ μὲν νεῖκος αἴτιον τῆς κτίσεως πάσης, ὅ φησιν οὐλόμενον εἶναι, τουτέστιν ὀλέθριον· μέλει γὰρ αὐτῷ, ὅπως διὰ παντὸς αἰῶνος ἡ κτίσις αὑτὴ συνεστήκῃ· καὶ ἔστι πάντων τῶν
    v.1.p.386
  • γεγονότων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ νεῖκος τὸ
  • ὀλέθριον, τῆς δὲ ἐκ τοῦ κόσμου τῶν γεγονότων ἐξαγωγῆς καὶ μεταβολῆς καὶ εἰς τὸν ἔνα ἀποκαταστάσεως ἡ φιλία· περὶ ὧν ὁ Ἐμπεδοκλῆς ὅτι ἐστὶν ἀθάνατα δύο καὶ ἀγέννητα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα, ἀλλαχοῦ λέγει τοιοῦτόν τινα
  • τρόπον·
  • ἧ γὰρ καὶ πάρος ἦν τε καὶ ἔσσεται, οὐδέ ποτ᾿, οἴω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών. Τίνων τούτων; τοῦ νείκους καὶ τῆς φιλίας· οὐ γὰρ ἤρξαντο γενέσθαι, ἀλλὰ προῆσαν καὶ ἔσονται ἀεὶ διὰ τὴν ἀγεννησίαν φθορὰν
  • ὑπομεῖναι μὴ δυνάμενα. Τὸ δὲ πῦρ [καὶ τὸ ὕδωρ] καὶ ἡ γῆ καὶ ὁ
  • ἀὴρ θνήσκοντα καὶ ἀναβιοῦντα. Ὅταν μὲν γὰρ ἀποθάνῃ ταῦτα ὑπὸ τοῦ νείκους γινόμενα, παραλαμβάνουσα αὐτὰ ἡ φιλία προςάγει καὶ προστίθησι καὶ προσοιχειοῖ τῷ παντί, ἵνα μένῃ τὸ πᾶν ἕν, ὑπὸ τῆς φιλίας ἀεὶ διακοσμούμενον μονοτρόπως καὶ
  • μονοειδῶς. Ὅταν δὲ ἡ φιλία ἐκ πολλῶν ποιήσῃ τὸ ἓν καὶ τὰ
  • διεσπασμένα προσοικειώσῃ τῷ ἑνί, πάλιν τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς ἀποσπᾷ καὶ ποιεῖ πολλά, τουτέστι πῦρ, ὕδωρ, γῆν, ἀέρα, τὰ ἐκ τούτων γεννώμενα ζῷα καὶ φυτὰ καὶ ὅσα μέρη τοῦ κόσμου κατανοοῦμεν. Καὶ περὶ μὲν τῆς τοῦ κόσμου ἰδέας, ὁποία τίς
  • ἐστιν ὑπὸ τῆς φιλίας κοσμουμένη, λέγει τοιοῦτόν τινα τρόπον·
  • Οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀΐσσονται, οὐ πόδες, οὐ θοὰ γούνατ᾿, οὐ μήδεα γενήεντ α, ἀλλὰ σφαῖρος ἔην καὶ ἶσος ἐστὶν αὐτῷ. Τοιοῦτόν τι καὶ κάλλιστον εἶδος τοῦ κόσμου ἡ φιλία ἐκ πολλῶν
  • ἓν ἀπεργάζεται· τὸ δὲ νεῖκος, τὸ τῆς τῶν κατὰ μέρος διακοσμήσεως
  • αἴτιον, ἐξ ἑνὸς ἐκείνου ἀποσπᾷ καὶ ἀπεργάζεται πολλά. Καὶ τοῦτό ἐστιν ὃ λέγει περὶ τῆς ἑαυτοῦ γεννήσεως ὁ Ἐμπεδοκλῆς·
    v.1.p.388
    τῶν καὶ ἐγὼ νῦν εἰμι φυγὰς θεόθεν καὶ ἀλήτης, τουτέστι θεὸν καλῶν τὸ ἓν καὶ τὴν ἐκείνου ἑνότητα, ἐν ᾧ ἦν
  • πρὶν ὑπὸ τοῦ νείκους ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς
  • τούτοις τοῖς κατὰ τὴν τοῦ νείκους διακόσμησιν· Νείκεϊ, γάρ φησι, μαινομένῳ [πίσυνος, νεῖκος μαινόμενον] τεταραγμένον καὶ ἄστατον τὸν δημιουργὸν τοῦδε τοῦ κόσμου ὁ Ἐμπεδοκλῆς ἀποκαλῶν. Αὕτη γάρ ἐστιν η
  • καταδίκη καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσπᾷ τὸ νεῖκος ἀπὸ τοῦ
  • ἑνὸς καὶ δημιουργεῖ καὶ ἐργάζεται, λέγων τοιοῦτον τινὰ τρόπον· ὃς καὶ ἐπίορκον ἁμαρτήσας ἐπομώσει, δαιμόνιοί τε μακραίωνος λελάχασι βίοιο, δαίμονας τὰς ψυχὰς λέγων μακραίωνας, ὅτι εἰσὶν ἀθάνατοι
  • καὶ μακροὺς ζῶσιν αἰῶνας·
  • τρὶς μὲν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, μάκαρας καλῶν τοὺς συνηγμένους ὑπὸ τῆς φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἑνότητα τοῦ κόσμου τοῦ νοητοῦ. Τούτους οὖν φησιν ἀλάλησθαι καὶ
  • φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν,
  • ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους. Ἀργαλέας κελεύθους φησὶν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις. Τοῦτ᾿ ἐστὶν ὃ λέγει· ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους·
  • μεταλλάσσουσι γὰρ αἱ ψυχαὶ σῶμα ἐκ σώματος, ὑπὸ τοῦ
  • νείκους μεταβαλλόμεναι καὶ κολαζόμεναι καὶ οὐχ ἐώμεναι μένειν εἰς τὸ ἕν· ἀλλὰ κολάζεσθαι ἐν πάσαις κολάσεσιν ὑπὸ τοῦ νείκους τὰς ψυχὰς μεταβαλλομένας σῶμα ἐκ σώματος. Αἰθέριόν γε (φησί) μένος ψυχὰς πόντονδε διώκει,
    v.1.p.390
  • πόντος δ᾿ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ᾿ ἐς αὐγὰς
  • ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. Αὕτη ἐστὶν ἡ κόλασις ἣν κολάζει ὁ δημιουργός, καθάπερ χαλκεύς τις μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων·
  • πῦρ γάρ ἐστιν ὁ αἰθήρ, ὅθεν εἰς πόντον μεταβάλλει τὰς
  • ψυχὰς ὁ δημιουργός, χθὼν δὲ ἡ γῆ· ὅθεν φησίν· ἐξ ὕδατος εἰς γῆν, ἐκ γῆς δὲ εἰς τὸν ἀέρα, τουτέστιν ὅ λέγει· γαῖα δ᾿ ἐς αὐγὰς ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις·
  • ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.
  • Μισουμένας οὖν τὰς ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὖσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν αὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ νείκους τοῦ μαινομένου
  • κατασκευήν, καὶ ἐξάγειν κατ᾿ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν
  • τῷ ἑνὶ σπεύδουσα καὶ κοπιῶσα, ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ᾿ αὐτῆς ἀγόμενα. Διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμερισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς
  • ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων
  • τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἵνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὧν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον
  • λύον ἀεὶ καὶ διασπῶν. Τοῦτον εἶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον
  • μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως· Ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, ἀΐδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις, ἀνάγχην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ νεῖκος καὶ
  • ἐκ πολλῶν εἰς ἓν κατὰ τὴν φιλίαν μεταβολήν· θεοὺς δέ, ὡς
  • ἔφην, τέσσαρας μὲν θνητούς, πῦρ, ὕδωρ, γῆν, ἀέρα, δύο δὲ ἀθανάτους, ἀγεννήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ νεῖκος καὶ τὴν φιλίαν· καὶ τὸ μὲν νεῖκος ἀδικεῖν διὰ παντὸς καὶ
    v.1.p.392
  • πλεονεκτεῖν καὶ ἀποσπᾶν τὰ τῆς φιλίας καὶ ἑαυτῷ προσνέμειν,
  • τὴν δὲ φιλίαν ἀεὶ καὶ διὰ παντός, ἀγαθήν τινα οὖσαν καὶ τῆς ἑνότητος ἐπιμελουμένην, τὰ ἀπεσπασμένα τοῦ παντὸς καὶ βεβασανισμένα καὶ κεκολασμένα ἐν τῇ κτίσει ὑπὸ τοῦ δημιουργοῦ ἀνακαλεῖσθαι καὶ προσάγειν καὶ ἓν ποιεῖν. Τοιαύτη τις ἡ
  • κατὰ τὸν Ἐμπεδοκλέα ἡμῖν ἡ τοῦ κόσμου γένεσις καὶ φθορὰ
  • καὶ σύστασις ἐξ ἀγαθοῦ καὶ κακοῦ συνεστῶσα φιλοσοφεῖται. Εἶναι δέ φησι καὶ νοητὴν τρίτην τινὰ δύναμιν, ἣν καὶ ἐκ τούτων ἐπινοεῖσθαι δύνασθαι, λέγων ὧδέ πως· εἰ γὰρ καὶ ἐν σφαδίνησιν ὑπὸ πραπίδεσιν ἐρείσας
  • εὐμενέως καθαρῇσιν ἐποπτεύεις μελέτῃσιν,
  • ταῦτα δέ σοι μάλα πάντα δι᾿ αἰῶνος παρέσονται. Ἄλλα τε πόλλ᾿ ἀπὸ τῶνδε κτ .... αὐτὰ γὰρ αὔξει ταῦτ᾿ εἰς ἔθος ἕκαστον, ὅπη φύσις ἐστὶν ἑκάστῳ. Εἰ δὲ σὺ τάλλ᾿ οἱῶν ἐπιρέξεις οἷα κατ᾿ ἄνδρας
  • μυρία δῆλα πέλονται τάτ᾿ ἀμβλύνουσι μέριμναι,
  • σῆς ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο, σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γέναν ἱκέσθαι. Πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ γνωματοσισον.

    Ἐπειδὰν οὗν Μαρκίων ἢ τῶν ἐκείνου κυνῶν τις ὑλακτῇ

  • κατὰ τοῦ δημιουργοῦ, τοὺς ἐκ τῆς ἀντιπαραθέσεως ἀγαθοῦ καὶ
  • κακοῦ προφέρων λόγους, δεῖ αὐτοῖς λέγειν, ὅτι τούτους οὔτε Παῦλος ὁ ἀπόστολος, οὔτε Μάρκος ὁ κολοβοδάκτυλος ἀνήγγειλαν,
    v.1.p.394
    (τούτων γὰρ οὐδὲν ἐν τῷ κατὰ Μάρκον εὐαγγελίῳ γέγραπται), ἀλλὰ Ἐμπεδοκλῆς Μιῶνος Ἀκραγαντῖνος, ὃν συλαγωγῶν
  • μέχρι νῦν λανθάνειν ὑπελάμβανε τὴν διαταγὴν πάσης τῆς κατ᾿
  • αὐτὸν αἱρέσεως ἀπὸ τῆς Σικελίας εἰς τοὺς εὐαγγελικοὺς λόγους μεταφέρων αὐταῖς λέξεσι. Φέρε γάρ, ὧ Μαρκίων, καθάπερ τὴν ἀντιπαράθεσιν πεποίηκας ἀγαθοῦ καὶ κακοῦ, ἀντιπαραθῶ κἀγὼ σήμερον κατακολουθῶν τοῖς σοῖς, ὡς ὑπολαμβάνεις, δόγμασι.
  • Δημιουργὸν φῂς εἶναι τοῦ κόσμου πονηρόν· εἶτα οὐκ
  • ἐγκαλύπτῃ τοὺς Ἐμπεδοκλέους λόγους τὴν ἐκκλησίαν κατηχῶν; Ἀγαθὸν φῂς εἶναι θεὸν καταλύοντα τὰ τοῦ δημιουργοῦ ποιήματα· εἶτ᾿ οὐ καταφανῶς τὴν Ἐμπεδοκλέους φιλίαν εὐαγγελίζῃ τοῖς ἀκροωμένοις τὸν ἀγαθόν; Κωλύεις γαμεῖν, τεκνοῦν, ἀπέχεσθαι
  • βρωμάτων, ὧν ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς
  • καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· τοὺς Ἐμπεδοκλέους λανθάνεις διδάσκων καθαρμούς; ἑπόμενος γὰρ ὡς ἀληθῶς κατὰ πάντα τούτῳ τὰ βρώματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἵνα μὴ φάγωσι σῶμά τι λείψανον ψυχῆς ὑπὸ τοῦ
  • δημιουργοῦ κεκολασμένης· λύεις τοὺς ὑπὸ τοῦ θεοῦ συνηρμοσμένους
  • γάμους τοῖς Ἐμπεδοκλέους ἀκολουθῶν δόγμασιν, ἵνα σοι φυλαχθῇ τὸ τῆς φιλίας ἔργον ἓν ἀδιαίρετον. Διαιρεῖ γὰρ ὁ γάμος κατὰ Ἐμπεδοκλέα τὸ ἓν καὶ ποιεῖ πολλά, καθὼς ἀπεδείξαμεν.

  • Ἡ μὲν οὖν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις,
  • ἐξ ἀγαθοῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσα, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος, πρὸς Βαρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσας λόγους
  • περὶ τῆς αἱρέσεως, οὐδὲ τοῦτο σιωπήσομαι. Τρίτην φάσκων
  • v.1.p.396
    δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ᾿ οὕτως δὴ ὁ Πρέπων τὰς Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξας. Κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ, καὶ ἕτερον νοητὸν τὸν
  • ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο
  • ἀγαθοῦ καὶ κακοῦ, μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν δίκαιον λόγον, καθ᾿ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί. Τοῦτον δὲ αὐτὸν τὸν δίκαιον λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον Μοῦσαν ὁ Ἐμπεδοκλῆς
  • προσαγορεύων, καὶ αὐτὸς αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ,
  • λέγων ὧδέ πως· εἰκάραι φημερίων ἕνεκεν τινός, ἄμβροτε Μοῦσα, ἡμετέρας μελέτας διὰ φροντίδος ἐλθεῖν εὐχομένων, νῦν αὖτε παρίστασο, Καλλιόπεια,
  • ἀμφὶ θεῶν μακαρίων ἀγαθὸν λόγον ἐμφαίνοντι.
  • Τούτοις κατακολουθῶν Μαρκίων τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν παντάπασι παρῃτήσατο, ἄτοπον εἶναι νομίζων ὑπὸ τὸ πλάσμα τοῦ ὀλεθρίου τούτου νείκους γεγονέναι τὸν λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον, τουτέστι τῷ ἀγαθῷ, ἀλλὰ χωρὶς γενέσεως
  • ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος κατεληλυθότα
  • αὐτὸν ἄνωθεν, μέσον ὄντα κακοῦ καὶ ἀγαθοῦ, διδάσκειν ἐν ταῖς συναγωγαῖς. Εἰ γὰρ μέσος τίς ἐστιν, ἀπήλλακται, φησί, πάσης τῆς τοῦ κακοῦ φύσεως· κακὸς δ᾿ ἐστίν, ὡς λέγει, ὁ δημιουργὸς καὶ τούτου τὰ ποιήματα. Διὰ τοῦτο ἀγέννητος
  • κατῆλθεν ὁ Ἰησοῦς, φησίν, ἵνα ᾗ πάσης ἀπηλλαγμένος κακίας.
  • Ἀπήλλακται δέ, φησί, καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἵνα ᾖ μέσος τις, ὥς φησιν ὁ Παῦλος, καὶ ὡς αὐτὸς ὁμολογεῖ· Τί με λέγετε
    v.1.p.398
    ἀγαθόν; εἷς ἐστὶν ἀγαθός. Ταῦτα μὲν οὗν τὰ Μαρκίωνι δόξαντα, δι᾿ ὧν ἐπλάνησε πολλοὺς τοῖς Ἐμπεδοκλέους
  • λόγοις χρησάμενος, καὶ τὴν ὑπ᾿ ἐκείνου ἐφηυρημένην
  • φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων αἵρεσιν ἄθεον συνεστήσατο, ἣν ἱκανῶς ἠλέγχθαι ὑφ᾿ ἡμῶν νομίζω μηθέν τε καταλελεῖφθαι, ὧν κλεψιλογήσαντες παρ᾿ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν, ὡς τούτων αὐτοῖς γενομένους διδασκάλους. Ἀλλ᾿
  • ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί
  • λέγει καὶ Καρποκράτης.

    Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῷ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι, καὶ ὅμοιον τοῖς

  • ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ
  • ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾿ ἐκείνου αὐτῇ καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿ αὐτῆς δυνηθῇ· ἣν καὶ διὰ
    v.1.p.400
  • πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν ἀνεληλυθέναι πρὸς
  • αὐτόν, [καὶ ὁμοίως τὴν] τὰ ὅμοια αὐτῇ ἀσπαζομένην. Τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι᾿ ὧν
  • κατήργησε τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις.
  • Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια. Διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, ὥστε τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ,
  • τοὺς δὲ καὶ ἔτι κατά τι δυνατωτέρους τινάς, ὄντας δὲ καὶ διαφορωτέρους
  • τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων, τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι
    v.1.p.402
    τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν,
  • τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθις εἰς τὸ αὐτὸ
  • χωρῆσαι· εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν. Τέχνας οὖν μαγικὰς ἐξεργάζονται καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες
  • ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ
  • ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων· οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς ἐκκλησίας ὀνόματος πρὸς τὰ ἔθνη ὑπὸ τοῦ σατανᾶ προεβλήθησαν, ἵνα κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες
  • ἄνθρωποι, καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν
  • ἀποστρέφωσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, ἢ καὶ βλέποντες τὰ ἐκείνων ἅπαντας ἡμᾶς βλασφημῶσιν. Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχάς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε
  • ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν
  • κοσμοποιῶν ἀγγέλων θεόν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. Τινὲς δὲ φθάσασαι ἐν μιᾷ παρουσίᾳ ἀναμιγῆναι
    v.1.p.404
    πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι
  • ἐν σώματι. Τούτων τινὲς καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς
  • ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός. Καὶ εἰκόνας δὲ κατασκευάζουσι τοῦ Χριστοῦ λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ γενέσθαι.

    Κήρινθος δέ τις, αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθείς,

  • ἔλεγεν οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ γεγονέναι τὸν κόσμον, ἀλλ᾿
  • ὑπὸ δυνάμεώς τινος κεχωρισμένης τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. Τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον
  • γεγονέναι καὶ σοφώτερον. Καὶ μετὰ τὸ βάπτισμα
  • κατελθεῖν εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα, καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ, καὶ τὸν Ἰησοῦν πεπονθέναι καὶ ἐγηγέρθαι,
  • τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πνευματικὸν
  • ὑπάρχοντα.

    v.1.p.406

    Ἐβιωναῖοι δὲ ὁμολογοῦσι μὲν τὸν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως τῷ Κηρίνθῳ καὶ Καρποκράτει μυθεύουσιν. Ἔθεσιν Ἰουδαϊκοῖς ζῶσι,

  • κατὰ νόμον φάσκοντες δικαιοῦσθαι, καὶ τὸν Ἰησοῦν λέγοντες
  • δεδικαιῶσθαι ποιήσαντα τὸν νόμον· διὸ καὶ Χριστὸν αὐτὸν τοῦ θεοῦ ὠνομάσθαι, καὶ Ἰησοῦν, ἐπεὶ μηδεὶς τῶν [ἑτέρων] ἐτέλεσε τὸν νόμον· εἰ γὰρ καὶ ἕτερός τις πεποιήκει τὰ ἐν νόμῳ προςτεταγμένα, ἦν ἂν ἐκεῖνος ὁ Χριστός. Δύνασθαι δὲ καὶ ἑαυτοὺς
  • ὁμοίως ποιήσαντας Χριστοὺς γενέσθαι· καὶ γὰρ καὶ αὐτὸν
  • ὁμοίως ἄνθρωπον εἶναι πᾶσι λέγουσιν.

    Θεόδοτος δέ τις ὢν Βυζάντιος εἰσήγαγεν αἵρεσιν καινήν, φάσκων τὰ περὶ μὲν τῆς τοῦ παντὸς ἀρχῆς σύμφωνα ἐκ μέρους τοῖς τῆς ἀληθοῦς ἐκκλησίας, ὑπὸ τοῦ θεοῦ πάντα ὁμολογῶν

  • γεγονέναι, τὸν δὲ Χριστὸν ἐκ τῆς τῶν γνωστικῶν καὶ
  • Κηρίνθου καὶ Ἐβίωνος σχολῆς ἀποσπάσας φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· καὶ τὸν μὲν Ἰησοῦν εἶναι ἄνθρωπον ἐκ παρθένου γεγενημένον κατὰ βουλὴν τοῦ πατρός, βιώσαντα δὲ κοινῶς πᾶσιν ἀνθρώποις καὶ εὐσεβέστατον γεγονότα ὕστερον ἐπὶ
  • τοῦ βαπτίσματος ἐπὶ τῷ Ἰορδάνῃ κεχωρηκέναι τὸν Χριστὸν ἄνωθεν
  • κατεληλυθότα ἐν εἴδει περιστερᾶς, ὅθεν οὐ πρότερον τὰς δυνάμεις ἐν αὐτῷ ἐνηργηκέναι, ἢ ὅτε κατελθὸν ἀνεδείχθη ἐν αὐτῷ τὸ πνεῦμα, ὃ εἶναι τὸν Χριστὸν προσαγορεύει. Θεὸν δὲ οὐδέποτε τοῦτον γεγονέναι οὗτοι θέλουσιν ἐπὶ τῇ καθόδῳ τοῦ
  • πνεύματος, ἕτεροι δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν.
  • Διαφόρων δὲ γενομένων ἐν αὐτοῖς ζητήσεων ἐπεχείρησέ τις καὶ αὐτὸς Θεόδοτος καλούμενος, τραπεζίτης τὴν τέχνην, λέγειν δύναμιν τινὰ τὸν Μελχισεδὲκ εἶναι μεγίστην, καὶ τοῦτον εἶναι μείζονα τοῦ Χριστοῦ, οὗ κατ᾿ εἰκόνα φάσκουσι τὸν Χριστὸν

  • τυγχάνειν, καὶ αὐτοὶ ὁμοίως τοῖς προειρημένοις Θεοδοτιανοῖς
  • v.1.p.408
    ἄνθρωπον εἶναι λέγουσι τὸν Ἰησοῦν, καὶ κατὰ τὸν αὐτὸν λόγον τὸν Χριστὸν εἰς αὐτὸν κατεληλυθέναι.

    Γνωστικῶν δὲ διάφοροι γνῶμαι, ὧν οὐκ ἄξιον καταριθμεῖν τὰς φλυάρους δόξας ἐκρίναμεν, οὔσας πολλὰς ἀλόγους τε καὶ

  • βλασφημίας γεμούσας, ὧν πάνυ σεμνότεροι περὶ τὸ θεῖον οἱ
  • φιλοσοφήσαντες ἀφ᾿ Ἑλλήνων ἠλέγχθησαν. Πολλῆς δὲ αὐτοῖς συστάσεως κακῶν αἴτιος γεγένηται Νικόλαος, εἷς τῶν ἑπτὰ εἰς διακονίαν ὑπὸ τῶν ἀποστόλων κατασταθείς, ὃς ἀποστὰς τῆς κατ᾿ εὐθεῖαν διδασκαλίας ἐδίδασκεν ἀδιαφορίαν βίου τε καὶ
  • βρώσεως, οὗ τοὺς μαθητὰς ἐνυβρίζοντας τὸ ἄγιον πνεῦμα διὰ
  • τῆς ἀποκαλύψεως Ἰωάννης ἤλεγχε πορνεύοντας καὶ εἰδωλόθυτα ἐσθίοντας.

    Κέρδων δέ τις καὶ αὐτὸς ἀφορμὰς ὁμοίως παρὰ τούτων λαβὼν καὶ Σίμωνος, λέγει τὸν ὑπὸ Μωσέως καὶ προφητῶν

  • θεὸν κεκηρυγμένον μὴ εἶναι πατέρα Ἰησοῦ Χριστοῦ. Τοῦτον
  • μὲν γὰρ ἐγνῶσθαι, τὸν δὲ τοῦ Χριστοῦ πατέρα εἶναι ἄγνωστον, καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. Τούτου δὲ τὸ δόγμα ἐκράτυνε Μαρκίων, τάς τε ἀντιπαραθέσεις ἐπιχειρήσας, καὶ ὅσα αὐτῷ ἔδοξεν εἰς τὸν τῶν ἁπάντων
    v.1.p.410
  • δημιουργὸν δυσφημήσας. Ὁμοίως δὲ καὶ Λουκιανὸς ὁ τούτου
  • μαθητής.

    Ἀπελλῆς δὲ ἐκ τούτων γενόμενος οὕτως λέγει· Εἶναι τινὰ θεὸν ἀγαθόν, καθὼς καὶ Μαρκίων ὑπέθετο, τὸν δὲ

  • πάντα κτίσαντα εἶναι δίκαιον, ὃς τὰ γενόμενα ἐδημιούργησε,
  • καὶ τρίτον τὸν Μωσεῖ λαλήσαντα, πύρινον δὲ τοῦτον εἶναι, εἶναι δὲ καὶ τέταρτον ἕτερον, κακῶν αἴτιον· τούτους δὲ ἀγγέλους ὀνομάζει. Νόμον δὲ καὶ προφήτας δυσφημεῖ, ἀνθρώπινα καὶ ψευδῆ φάσκων εἶναι τὰ γεγραμμένα, τῶν δὲ εὐαγγελίων
  • ἢ τοῦ ἀποστόλου τὰ ἀρέσκοντα αὐτῷ αἱρεῖται. Φιλουμένης
  • δέ τινος λόγοις προσέχει ὡς προφήτιδος φανερώσεσι. Τὸν δὲ Χριστὸν ἐκ τῆς ὕπερθεν δυνάμεως κατεληλυθέναι, τουτέστι τοῦ ἀγαθοῦ, κἀκείνου αὐτὸν εἶναι υἱόν, τοῦτον δὲ οὐκ ἐκ παρθένου γεγενῆσθαι, οὐ δὲ ἄσαρκον εἶναι τὸν φανέντα
  • λέγει, ἀλλ᾿ ἐκ τῆς τοῦ παντὸς οὐσίας μεταλαβόντα μερῶν σῶμα
  • πεποιηκέναι, τουτέστι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ ἐν τούτῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουσίας βεβιωκέναι ὃν ἐβίωσε χρόνον ἐν κόσμῳ· αὗθις δὲ ὑπὸ Ἰουδαίων ἀνασκολοπισθέντα θανεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθέντα
  • φανῆναι τοῖς μαθηταῖς, δείξαντα τοὺς τύπους τῶν ἥλων καὶ
  • τῆς πλευρᾶς, πείθοντα ὅτι αὐτὸς εἴη καὶ οὐ φάντασμα, ἀλλὰ ἔνσαρκος ἦν. Σάρκα, φησί, δείξας ἀπέδωκε γῇ, ἐξ ἧς περ ἦν οὐσίας, μηδὲν ἀλλότριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρησάμενος, ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν
  • τοῦ σώματος, θερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ
  • ὑγρόν, ξηρῷ τὸ ξηρόν, καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τῶν μαθητῶν τοῖς πιστεύουσι.

    Δοκεῖ ἡμῖν καὶ ταῦτα ἱκανῶς ἐκτεθεῖσθαι· ἀλλ᾿ ἐπεὶ μηδὲν

  • παραλιπεῖν ἀνέλεγκτον ἐκρίναμεν τῶν ὑπό τινων δεδογματισμένων,
  • ἴδωμεν τί καὶ τὸ τοῖς Δοκήταις ἐπινενοημένον.