Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ταῦτ᾿ ἐστὶν ἃ λέγουσι καὶ τοιούτοις παραπλήσια ἐν ἀπείροις συγγράμμασι· πείθουσι δὲ ἐντυγχάνειν τῷ περὶ κράσεως καὶ μίξεως λόγῳ τοὺς μαθητευομένους, ὃς μεμελέτηται

  • πολλοῖς, ἀλλὰ καὶ Ἀνδρονίκῳ τῷ περιπατητικῷ. Λέγουσιν οὖν
  • οἱ Σηθιανοὶ τὸν περὶ κράσεως καὶ μίξεως λόγον συνεστάναι τῷδε τῷ τρόπῳ· τὴν ἀκτῖνα τὴν φωτεινὴν ἄνωθεν ἐγκεκρᾶσθαι, καὶ τὸν σπινθῆρα τὸν ἐλάχιστον ἐν τοῖς σκοτεινοῖς ὕδασι κάτω καταμεμῖχθαι λεπτῶς καὶ συνηνῶσθαι καὶ γεγονέναι ἐν ἑνὶ φυράματι,
  • ὡς μίαν ὀσμὴν ἐκ πολλῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς
  • θυμιαμάτων, καὶ δεῖ τὸν ἐπιστήμονα, τῆς ὀσφρήσεως ἔχοντα
    v.1.p.212
    κριτήριον εὐαγές, ἀπὸ τῆς μιᾶς τοῦ θυμιάματος ὀσμῆς διακρίνειν λεπτῶς ἕκαστον τῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων, οἱονεὶ στύρακα καὶ σμύρναν καὶ λίβανον, ἢ εἴ τι
  • ἄλλο εἴη μεμιγμένον. Χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι,
  • λέγοντες καταμεμῖχθαι καὶ χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ἡ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. Ὁμοίως δὲ κἂν ἐν ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν ὁμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίξεως τινὶ τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται.
  • Ἤδη δέ τις καὶ ὕδωρ μεμιγμένον οἴνῳ διακρίνει.
  • Οὕτω, φασί, κἂν πάντα τὰ συγκεκραμένα διακρίνεται. Καὶ δὴ ἀπὸ τῶν ζῴων, φησί, καταμάνθανε. Τελευτήσαντος γὰρ τοῦ ζῴου ἕκαστα διακρίνεται, καὶ λυθέντος οὕτω τὸ ζῷον ἀφανίζεται. Τοῦτο ἐστὶ, φησί, τὸ εἰρημένον· Οὐκ ἦλθον εἰρήνην
  • βαλεῖν ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν, τουτέστι τὸ
  • διχάσαι καὶ χωρίσαι τὰ συγκεκραμένα. Διχάζεται γὰρ καὶ διακρίνεται ἕκαστα τῶν συγκεκραμένων οἰκείου χωρίου τυχόντα. Ὡς γάρ ἐστι χωρίον συγκράσεως τοῖς ζῴοις ἅπασιν ἔν, οὕτω καὶ τῆς διακρίσεως καθέστηκεν ἕν, ὃ οἶδεν οὐδείς, φησίν, ἧ
  • μόνοι ἡμεῖς, οἱ ἀναγεννώμενοι πνευματικοὶ οὐ σαρκικοί, ὧν
  • ἔστι τὸ πολίτευμα ἐν οὐρανοῖς ἄνω. Οὕτω παρεισδύοντες διαφθείρουσι τοὺς ἀκροωμένους, ὁτὲ μὲν ἀποχρώμενοι ῥητοῖς, εἰς ὃ θέλουσι συνάγοντες κακῶς τὰ καλῶς εἰρημένα, φωλεύουσί τε τὸ ἑαυτῶν ἀδίκημα διὰ παραβολῶν ὧν βούλονται. Πάντα οὖν,
  • φησί, καθὼς εἴρηται, τὰ συγκεκραμένα ἔχει χωρίον ἴδιον καὶ
  • τρέχει πρὸς τὰ οἰκεῖα, ὡς σίδηρος πρὸς τὴν ἡρακλείαν λίθον, καὶ τὸ ἄχυρον ἠλέκτρου πλησίον, καὶ τῷ κέντρῳ τοῦ θαλασσίου ἱέρακος τὸ χρυσίον. Οὕτως ἡ τοῦ καταμεμιγμένου τῷ ὕδατι φωτὸς ἀκτίς, οἰκείου χωρίου ἐκ διδασκαλίας καὶ μαθήσεως μεταλαβοῦσα,
  • σπεύδει πρὸς τὸν λόγον τὸν ἄνωθεν ἐλθόντα ἐν
  • εἰκόνι δουλικῇ, καὶ γίνεται μετὰ τοῦ λόγου λόγος ἐκεῖ, ὅπου λόγος ἐστί, μᾶλλον ἢ ὁ σίδηρος πρὸς τὴν ἡρακλείαν λίθον. Καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, φησί, καὶ πάντα διακρίνεται ἐπὶ τῶν οἰκείων τόπων τὰ συγκεκραμένα, μάνθανε. Φρέαρ ἐστὶν ἐν Πέρσαις
  • ἐν Ἄμπῃ πόλει παρὰ τὸν Τίγριν ποταμόν· ᾠκοδόμηται δὲ
  • v.1.p.214
    παρὰ τὸ φρέαρ ἄνω δεξαμενή τις ἔχουσα τρεῖς ἀφετηρίας ἀπ᾿ αὐτῆς. Οὗ φρέατος ἀντλήσας κάδδῳ ἀνενέγκας τὸ ἀπὸ τοῦ φρέατος ἀντληθὲν ὅ τι ποτέ ἐστιν, ἔχεεν εἰς τὴν παρακειμένην δεξαμενήν· τὸ δὲ χυθὲν ἐλθὸν ἐπὶ τὰς ἀφετηρίας ἐν ἑνὶ σκεύει
  • ἀναληφθὲν διακρίνεται. Καὶ ἐν μὲν πρώτῃ ἄλας πηγνύμενον
  • δείκνυται, ἐν ἑτέρᾳ δὲ τῶν ἀφετηριῶν ἄσφαλτος, ἐν δὲ τῇ τρίτῃ ἔλαιον. Μέλαν δέ ἐστι τὸ ἔλαιον, ὡς, φησί, καὶ Ἡρόδοτος ἱστορεῖ, καὶ ὀσμὴν παρεχόμενον βαρεῖαν· ῥαδινάκην δὲ αὐτὸ οἱ Πέρσαι καλοῦσιν. Ἤρκει, φασὶν οἱ Σηθιανοί, πρὸς ἀπόδειξιν
  • τοῦ προκειμένου ἡ τοῦ φρέατος ὁμοιότης πάντων μᾶλλον τῶν
  • προειρημένων.

    Ἱκανῶς δοκεῖ ἡμῖν σεσαφηνίσθαι ἡ τῶν Σηθιανῶν γνώμη. Εἰ δέ τις ὅλην τὴν κατ᾿ αὐτοὺς πραγματείαν βούλεται μαθεῖν, ἐντυχέτω βιβλίῳ ἐπιγραφομένῳ Παράφρασις Σήθ·

  • πάντα γὰρ τὰ ἀπόρρητα αὐτῶν ἐκεῖ εὑρήσει ἐγκείμενα. Ἀλλ᾿
  • ἐπεὶ τὰ κατὰ τοὺς Σηθιανοὺς ἐξεθέμεθα, ἴδωμεν τίνα ἐστὶ καὶ τὰ Ἰουστίνῳ δοκοῦντα.

    Ἰουστῖνος πάντη ἐναντίος τῇ τῶν ἁγίων γραφῶν γενόμενος διδαχῇ, προσέτι δὲ καὶ τῇ τῶν μακαρίων εὐαγγελιστῶν

  • ἐγγράφῳ φωνῇ, ὡς ἐδίδασκεν ὁ λόγος τοὺς μαθητὰς λέγων·
  • Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ὅπερ δηλοῖ μὴ προσέχειν τῇ τῶν ἐθνῶν ματαίᾳ διδασκαλίᾳ, οὗτος ἐπὶ τὰ ἐθνῶν τερατολογούμενα καὶ διδασκόμενα ἀναγαγεῖν πειρᾶται τοὺς ἀκροωμένους,
  • αὐτολεξεὶ τὰ παρ᾿ Ἕλλησι μυθευόμενα διηγούμενος,
  • οὔτε πρότερον διδάξας οὔτε παραδοὺς τὸ τέλειον αὐτοῦ μυστήριον, εἰ μὴ ὅρκῳ δήσῃ τὸν πλανώμενον. Ἔπειτα τοὺς μύθους παρατίθησι ψυχαγωγίας χάριν, ὅπως οἱ ἐντυγχάνοντες τῇ τῶν βίβλων ἀναρίθμῳ φλυαρίᾳ παραμύθιον ἔχωσι τὰ μυθευόμενα
  • (ὃν τρόπον εἴ τις ὁδὸν μακρὰν βαδίζων, παρατυχὼν καταλύματι
  • ἀναπαύεσθαι δοκεῖ), καὶ οὕτως πάλιν ἐπὶ τὴν τῶν ἀναγνωσμάτων τραπέντες πολυμάθειαν μὴ μισήσωσιν, ἕως ἐπὶ τὸ ὑπ᾿ αὐτοῦ τεχναζόμενον ἀνόμημα διὰ πλειόνων ἐξηχηθέντες ὁρμήσωσι τετυφωμένοι, οὓς φρικτοῖς καταδήσας πρότερον ὅρκοις
  • μήτε ἐξειπεῖν μήτε ἀποστῆναι ὁμολογεῖν ἀναγκάσας, οὕτω παραδίδωσι
  • τὰ ὑπ᾿ αὐτοῦ ἐφευρημένα μετὰ ἀσεβείας μυστήρια, πῇ μέν, καθὰ προείπομεν, μύθοις Ἑλληνικοῖς χρησάμενος, πῇ
    v.1.p.216
    δὲ παραπεποιημένοις βιβλίοις κατά τι παρεμφαίνουσι ταῖς προειρημέναις αἱρέσεσιν. Οἱ πάντες γὰρ ἑνὶ πνεύματι συνωθούμενοι
  • εἰς ἕνα βυθὸν ἀμάρας συνάγονται, ἄλλοι ἄλλως τὰ αὐτὰ
  • διηγούμενοι καὶ μυθεύοντες· οὗτοι δὲ ἰδίως οἱ πάντες γνωστικοὺς ἑαυτοὺς ἀποκαλοῦσι, τὴν θαυμασίαν γνῶσιν τοῦ τελείου καὶ ἀγαθοῦ μόνοι καταπεπωκότες.

    Ὄμνυε δέ, φησὶν Ἰουστῖνος, εἰ γνῶναι θέλεις, ἃ ὀφθαλμὸς

  • οὐκ εἶδε καὶ οὗς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν
  • ἀνθρώπου ἀνέβη, τὸν ἐπάνω πάντων ἀγαθόν, τὸν ἀνώτερον, ἄρρητα φυλάξαι τὰ τῆς διδασκαλίας σιγώμενα· καὶ γὰρ καὶ ὁ πατὴρ ἡμῶν, ἰδὼν τὸν ἀγαθὸν καὶ τελεσθεὶς παρ᾿ αὐτῷ, τὰ τῆς σιγῆς ἄρρητα ἐφύλαξε, καὶ ὤμοσε καθὼς γέγραπται,
  • ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. Ταῦτα
  • τοίνυν οὕτω κατασφραγισάμενος πλείοσι μύθοις ψυχαγωγεῖ διὰ πλειόνων βιβλίων, καὶ οὕτως ἐπὶ τὸν ἀγαθὸν ἄγει, τελειῶν τοὺς μύστας τὰ ἄλαλα μυστήρια. Ἵνα δὲ μὴ διὰ πλειόνων ὁδεύσωμεν, ἐκ μιᾶς αὐτοῦ βίβλου τὰ ἄρρητα ἐπιδείξομεν, οὔσης
  • καθὼς νομίζει ἐνδόξου. Αὕτη δὲ ἐπιγράφεται Βαρούχ· ἐν ᾗ
  • μίαν τῶν πολλῶν μυθολογίαν ἐκτιθεμένην ὑπ᾿ αὐτοῦ δηλώσομεν, οὖσαν παρὰ Ἡροδότῳ, ἣν ὡς καινὴν τοῖς ἀκροαταῖς παραπλάσας διηγεῖται, ἐξ αὐτῆς πᾶσαν σύστασιν τοῦ κατ᾿ αὐτὸν διδασκαλείου ποιούμενος.

  • Ἡρόδοτος μὲν οὖν τὸν Ἡρακλέα φησὶν ἀπὸ τῆς Ἐρυθείας
  • τοῦ Γηρυόνου τὰς βοῦς ἄγοντα εἰς τὴν Σκυθίαν ἐλθεῖν, κεκμηκότα δὲ ἀπὸ τῆς πορείας εἰς ἔρημόν τι χωρίον κατακλιθέντα κοιμηθῆναι ὀλίγον· ὑπνώσαντος δὲ αὐτοῦ ἀφανῆ γενέσθαι τὸν ἵππον, ἐφ᾿ οὗ καθεζόμενος διώδευσε τὴν μακρὰν
  • ὁδόν· περιεγερθεὶς δὲ ζήτησιν ἐποιεῖτο ἐπὶ τῆς ἐρημίας πολλήν,
  • εὑρεῖν πειρώμενος τὸν ἵππον. Καὶ τοῦ μὲν ἵππου διαμαρτάνει, κόρην δέ τινα μιξοπάρθενον εὑρὼν ἐπὶ τῆς ἐρημίας ἐπηρώτα, εἰ εἴη που τεθεαμένη τὸν ἵππον. Ἡ δὲ κόρη φησὶν εἰδέναι μέν, μὴ δείξειν δὲ πρότερον αὐτῷ, εἰ μὴ πρὸς μῖξιν φιλίας
  • συνέλθῃ αὐτῇ ὁ Ἡρακλῆς. Ἦν δὲ, φησὶν ὁ Ἡρόδοτος, τὰ
  • ἄνω αὐτῆς μέχρι βουβῶνος παρθένου, πᾶν δὲ τὸ κάτω σῶμα
    v.1.p.218
    μετὰ βουβῶνα φρικτόν τι θέαμα ἐχίδνης. Σπουδῇ δὲ τῆς περὶ τὸν ἵππον εὑρέσεως ὁ Ἡρακλῆς πείθεται τῷ θηρίῳ· ἔγνω γὰρ αὐτὴν καὶ ἐποίησεν ἐγκύμονα, καὶ προεῖπεν αὐτῇ μετὰ τὴν γνῶσιν,
  • ὅτι ἔχει κατὰ γαστρὸς ἐξ αὐτοῦ τρεῖς ὁμοῦ παῖδας, οἵτινες
  • ἔσονται ἐπιφανεῖς. Ἐκέλευσε δὲ αὐτοῖς γεννωμένοις ὀνόματα θεῖναι τὴν τεκοῦσαν, Ἀγάθυρσον, Γελωνὸν καὶ Σκύθην. Λαβὼν δὲ τούτου μισθὸν τὸν ἵππον παρὰ τῆς θηριώδους κόρης, ἀπηλλάττετο φέρων καὶ τὰς βοῦς. Μακρὸς δὲ ὁ μετὰ ταῦτα
  • μῦθος Ἡροδότῳ, χαιρέτω δὲ τὸ νῦν. Τίνα δὲ τὰ Ἰουστίνῳ δοκοῦντα,
  • μετάγοντι τὸν μῦθον εἰς τὴν τῶν ὅλων γέννησιν, ἡμεῖς διηγησόμεθα.

    Οὗτος φησίν· Ἦσαν τρεῖς ἀρχαὶ τῶν ὅλων ἀγέννητοι, ἀρρενικαὶ δύο, θηλυκὴ μία. Τῶν δὲ ἀρρενικῶν ἡ μέν τις

  • καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτως λεγόμενος, προγνωστικὸς
  • τῶν ὅλων. Ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος [καὶ ἄγνωστος] καὶ ἀόρατος. Ἡ δὲ θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δίσωμος, κατὰ πάντα τῇ κατὰ τὸν Ἡροδότου μῦθον ἐμφερής, μέχρι βουβῶνος παρθένος, ἔχιδνα δὲ τὰ κάτω,
  • ὥς φησιν Ἰουστῖνος. Καλεῖται δὲ Ἐδὲμ αὕτη ἡ κόρη καὶ Ἰσραήλ.
  • Αὗται, φησίν, αἱ ἀρχαὶ τῶν ὅλων, ῥϊζαι καὶ πηγαί, ἀφ᾿ ὧν τὰ πάντα ἐγένετο· ἄλλο δὲ ἦν οὐδέν. Ἰδὼν οὖν ὁ πατὴρ τὴν μιξοπάρθενον ἐκείνην ἀπρόγνωστος ὢν τὴν Ἐδέμ, ἦλθεν εἰς ἐπιθυμίαν αὐτῆς· Ἐλωεὶμ δὲ, φησίν, καλεῖται οὗτος ὁ πατήρ·
  • οὐδὲν δ᾿ ἧττον ἐπεθύμησε καὶ ἡ Ἐδὲμ τοῦ Ἐλωείμ, καὶ συνήγαγεν
  • αὐτοὺς ἡ ἐπιθυμία εἰς μίαν φιλίας εὔνοιαν. Γεννᾷ δὲ ἀπὸ τῆς συνόδου τῆς τοιαύτης ὁ πατὴρ ἐκ τῆς Ἐδὲμ ἑαυτῷ ἀγγέλους δώδεκα. Ὀνόματα δέ ἐστι τῶν πατρικῶν ἀγγέλων τάδε· Μιχαήλ, Ἀμήν, Βαρούχ, Γαβριήλ, Ἠσαδδαῖος. . . . Καὶ τῶν
  • μητρικῶν ἀγγέλων, ὧν ἐποίησεν ἡ Ἐδέμ, ὁμοίως ὑποτέτακται
  • τὰ ὀνόματα· ἔστι δὲ ταῦτα, Βάβελ, Ἀχαμῶθ, Νάας, Βήλ, Βελίας, Σατάν, Σαήλ, Ἀδωναῖος, Καυΐθαν, Φαραώ, Καρκαμενώς, Λάθεν. Τούτων τῶν εἰκοσιτεσσάρων ἀγγέλων οἱ μὲν πατρικοὶ τῷ πατρὶ συναίρονται καὶ πάντα ποιοῦσι κατὰ τὸ θέλημα αὐτοῦ·
    v.1.p.220
  • οἱ δὲ μητρικοὶ τῇ μητρὶ Ἐδέμ· τούτων δὲ τῶν ἀγγέλων
  • ὁμοῦ πάντων τὸ πλῆθος ὁ παράδεισος, φησίν, ἐστί, περὶ οὖ λέγει Μωσῆς· Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, τουτέστι κατὰ πρόσωπον τῆς Ἐδέμ, ἵνα βλέπῃ τὸν παράδεισον ἡ Ἐδέμ, τουτέστι τοὺς ἀγγέλους, διὰ
  • παντός. Τούτου τοῦ παραδείσου ἀλληγορικῶς οἱ ἄγγελοι κέκληνται
  • ξύλα, καὶ ἔστι τὸ ξύλον τῆς ζωῆς ὁ τρίτος τῶν πατρικῶν ἀγγέλων Βαρούχ, τὸ δὲ ξύλον τοῦ εἰδέναι γνῶσιν καλοῦ καὶ πονηροῦ ὁ τρίτος τῶν μητρικῶν ἀγγέλων, ὁ Νάας. Οὕτως γὰρ λέγει δεῖν τὰ Μωσέως ἑρμηνεύειν, λέγων· περιεσταλμένως
  • αὐτὰ εἶπεν ὁ Μωϋσῆς διὰ τὸ μὴ πάντας χωρεῖν τὴν ἀλήθειαν.
  • Γενομένου δέ, φησί, τοῦ παραδείσου ἐξ εὐαρεστήσεως κοινῆς Ἐλωεὶμ καὶ Ἐδέμ, οἱ τοῦ Ἐλωεὶμ ἄγγελοι λαβόντες ἀπὸ τῆς καλλίστης γῆς, τουτέστιν οὐκ ἀπὸ τοῦ θηριώδους μέρους τῆς Ἐδέμ, ἀλλὰ ἀπὸ τῶν ὑπὲρ βουβῶνα ἀνθρωποειδῶν καὶ ἡμέρων
  • χωρίων τῆς γῆς ποιοῦσι τὸν ἄνθρωπον. Ἐκ δὲ τῶν θηριωδῶν
  • μερῶν, φησί, γίνονται τὰ θηρία καὶ τὰ λοιπὰ ζῷα. Τὸν ἄνθρωπον οὖν ἐποίησαν σύμβολον τῆς ἑνότητος αὐτῶν καὶ εὐνοίας, καὶ κατατίθενται τὰς ἑαυτῶν δυνάμεις εἰς αὐτόν, Ἐδὲμ
  • μὲν τὴν ψυχήν, Ἐλωεὶμ δὲ τὸ πνεῦμα. Καὶ γίνεται οἱονεὶ
  • σφραγίς τις αὕτη καὶ φιλίας ὑπόμνημα καὶ σύμβολον αἰώνιον τοῦ γάμου τῆς Ἐδὲμ καὶ τοῦ Ἐλωεὶμ ἄνθρωπος, ὁ Ἀδάμ. Ὁμοίως δὲ καὶ ἡ Εὔα γέγονε, φησίν, ὥσπερ Μωσεῖ γέγραπται, εἰκὼν καὶ σύμβολον, σφραγὶς εἰς αἰῶνα φυλαχθησομένη τῆς
  • Ἐδέμ· κατετέθη τε ὁμοίως καὶ ἐν τῇ Εὔᾳ τῇ εἰκόνι ψυχὴ μὲν
  • ἀπὸ τῆς Ἐδέμ, πνεῦμα δὲ ἀπὸ τοῦ Ἐλωείμ. Καὶ ἐδόθησαν ἐντολαὶ αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακληρονομήσατε τὴν γῆν, τουτέστι τὴν Ἐδέμ, οὕτω γὰρ θέλει γεγράφθαι. Πᾶσαν γὰρ τὴν ἑαυτῆς δύναμιν οἱονεί τινα
  • οὐσίαν ἐν γάμῳ ἡ Ἐδὲμ προσήνεγκε τῷ Ἐλωείμ. Ὅθεν, φησί,
  • κατὰ μίμησιν ἐκείνου τοῦ πρώτου γάμου προῖκα προσφέρουσι μέχρι σήμερον αἱ γυναῖκες τοῖς ἀνδράσι, θείῳ τινὶ καὶ πατρικῷ νόμῳ πειθόμεναι τῷ γενομένῳ πρὸς Ἐλωεὶμ τῆς Ἐδέμ. Κτισθέντων δὲ πάντων, ὡς γέγραπται παρὰ τῷ Μωϋσῇ, οὐρανοῦ
  • τε καὶ γῆς καὶ τῶν ἐν αὐτῇ, εἰς τέτταρας ἀρχὰς διῃρέθησαν οἱ
  • δώδεκα τῆς μητρὸς ἄγγελοι, καὶ καλεῖται τούτων ἕκαστον τεταρτημόριον
    v.1.p.222
    ποταμός, Φεισὼν καὶ Γεὼν καὶ Τίγρις καὶ Εὐφράτης, ὡς, φησί, λέγει Μωϋσῆς· οὗτοι ἐμπεριέρχονται οἱ δώδεκα ἄγγελοι εἰς τέτταρα μέρη συμπεριπεπλεγμένοι καὶ διέπουσι τὸν
  • κόσμον, σατραπικήν τινα ἔχοντες κατὰ τοῦ κόσμου παρὰ τῆς
  • Ἐδὲμ ἐξουσίαν. Μένουσι δὲ οὐκ ἀεὶ ἐπὶ τῶν τόπων τῶν αὐτῶν, ἀλλ᾿ οἱονεὶ ἐν χορῷ κυκλικῷ ἐμπεριέρχονται, ἀλλάσσοντες τόπον ἐκ τόπου καὶ παραχωροῦντες ἐν χρόνοις καὶ διαστήμασι τοὺς τόπους τεταγμένους ἑαυτοῖς. Ὅταν δὲ ἐπικρατῇ τῶν τόπων
  • ὁ Φεισών, λιμός, στενοχωρία, θλῖψις ἐν ἐκείνῳ τῷ μέρει
  • τῆς γῆς γίνεται· φειδωλὸν γὰρ τὸ παράταγμα τῶν ἀγγέλων τούτων· ὁμοίως καὶ ἑκάστου μέρους τῶν τεσσάρων, κατὰ τὴν ἑκάστου δύναμιν καὶ φύσιν, κακοὶ καιροὶ καὶ νόσων στάσεις. Καὶ τοῦτο εἰσαεὶ κατὰ τὴν ἐπικράτησιν τῶν τεταρτημορίων ὡσπερεὶ
  • ποταμῶν ῥεῦμα κακίας κατὰ θέλησιν τῆς Ἐδὲμ ἀδιαλείπτως
  • τὸν κόσμον περιέρχεται. Γέγονε δὲ ἡ τῆς κακίας ἀνάγκη ἐκ τοιαύτης τινὸς αἰτίας· κατασκευάσας καὶ δημιουργήσας Ἐλωεὶμ ἐκ κοινῆς εὐαρεστήσεως τὸν κόσμον, ἀναβῆναι ἠθέλησεν εἰς τὰ ὑψηλὰ μέρη τοῦ οὐρανοῦ καὶ θεάσασθαι, μή τι γέγονε τῶν
  • κατὰ τὴν κτίσιν ἐνδεῶς, συμπαραλαβὼν τοὺς ἰδίους ἀγγέλους
  • μετ᾿ αὐτοῦ, ἦν γὰρ ἀνωφερής, καταλιπὼν τὴν Ἐδὲμ κάτω, γῆ γὰρ οὖσα ἐπακολουθεῖν ἄνω τῷ συζύγῳ οὐκ ἠθέλησεν. Ἐλθὼν οὖν ὁ Ἐλωεὶμ ἐπὶ τὸ πέρας ἄνω τοῦ οὐρανοῦ, καὶ θεασάμενος φῶς κρεῖττον ὑπὲρ ὃ αὐτὸς ἐδημιούργησεν εἶπεν· Ἀνοίξατέ
  • μοι πύλας, ἵνα εἰσελθὼν ἐξομολογήσωμαι τῷ
  • κυρίῳ· ἐδόκουν γὰρ ἐγὼ κύριος εἶναι. Φωνὴ αὐτῷ ἀπὸ τοῖ φωτὸς ἐδόθη λέγουσα· Αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσέρχονται δι᾿ αὐτῆς· καὶ ἀνεῴχθη παραχρῆμα ἡ πύλη, καὶ εἰσῆλθεν ὁ πατὴρ δίχα τῶν ἀγγέλων πρὸς τὸν
  • ἀγαθὸν καὶ εἶδεν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ
  • ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τότε λέγει αὐτῷ ὁ ἀγαθός· Κάθου ἐκ δεξιῶν μου. Ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· Ἔασόν με κύριε καταστρέψαι τὸν κόσμον, ὃν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέδεται
  • εἰς τοὺς ἀνθρώπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν.
  • Τότε λέγει αὐτῷ ὁ ἀγαθός· Οὐδὲν δύνασαι κακοποιῆσαι
    v.1.p.224
    παρ᾿ ἐμοὶ γενόμενος, ἐκ κοινῆς γὰρ εὐαρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ. ἔασον οὖν τὴν Ἐδὲμ ἔχειν τὴν κτίσιν μέχρις οὗ βούλεται·
  • σὺ δὲ μένε παρ᾿ ἐμοί. Τότε γνοῦσα ἡ Ἐδὲμ ὅτι
  • καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὐτῇ τοὺς ἰδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν ἑαυτήν, εἴ πως εἰς ἐπιθυμίαν ἐλθὼν ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν. Ὡς δὲ κρατηθεὶς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ οὐκέτι κατῆλθε πρὸς τὴν Ἐδέμ,
  • προσέταξεν ἡ Ἐδὲμ τῇ Βάβελ, ἥτις ἐστὶν Ἀφροδίτη, μοιχείας
  • καὶ χωρισμοὺς γάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ Ἐλωείμ, οὕτω καὶ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὄν ἐν τοῖς ἀνθρώποις τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίζηται λυπούμενον, καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμένη.
  • Καὶ δίδωσιν ἐξουσίαν ἡ Ἐδὲμ μεγάλην τῷ τρίτῳ
  • ἀγγέλῳ αὐτῆς τῷ Νάας, ἵνα πάσαις κολάσεσι κολάζῃ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ πνεύματος ᾖ κολαζόμενος ὁ Ἐλωεὶμ ὁ καταλιπὼν παρὰ τὰς συνθήκας τὰς γενομένας αὐτῶν τὴν σύζυγον. Ἰδὼν ταῦτα ὁ
  • πατὴρ Ἐλωεὶμ ἐκπέμπει τὸν Βαρούχ, τὸν τρίτον ἄγγελον τῶν
  • ἑαυτοῦ, εἰς βοήθειαν τῷ πνεύματι τῷ ὄντι ἐν τοῖς ἄνθρώποις. Πάλιν ἐλθὼν οὖν ὁ Βαροὺχ ἔστη ἐν μέσῳ τῶν ἀγγέλων τῆς Ἐδέμ, τουτέστιν ἐν μέσῳ τοῦ παραδείσου (παράδεισος γὰρ οἱ ἄγγελοι, ὧν μέσος ἔστη), καὶ παρήγγειλε τῷ ἀνθρώπῳ, ἀπὸ
  • παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖν,
  • ἀπὸ δὲ τοῦ [ξύλου τοῦ] γινώσκειν τὸ καλὸν καὶ το πονηρὸν μὴ φαγεῖν, ὅπερ ἐστὶν ὁ Νάας, τουτέστι τοῖς μὲν ἄλλοις ἀγγέλοις πείθεσθαι τοῖς ἕνδεκα τῆς Ἐδέμ, πάθη μὲν γὰρ ἔχουσιν οἱ ἕνδεκα, παρανομίαν δὲ οὐκ ἔχουσιν· ὁ δὲ
  • Νάας παρανομίαν ἔσχε· προσῆλθε γὰρ τῇ Εὔᾳ ἐξαπατήσας αὐτὴν
  • καὶ ἐμοίχευσεν αὐτήν, ὅπερ ἐστὶ παράνομον· προσῆλθε δὲ καὶ τῷ Ἀδὰμ καὶ ἔσχεν αὐτὸν ὡς παῖδα, ὅπερ ἐστὶ καὶ αὐτὸ παράνομον· ἔνθεν γέγονε μοιχεία καὶ ἀρσενοκοιτία. Ἀπὸ τότε ἐπεκράτησε τὰ κακὰ τοῖς ἀνθρώποις καὶ τὰ ἀγαθὰ ἐκ μιᾶς
  • ἀρχῆς γενόμενα τῆς τοῦ πατρός. Ἀναβὰς γὰρ πρὸς τὸν ἀγαθὸν
  • ὁ πατὴρ ὁδὸν ἔδειξε τοῖς ἀναβαίνειν θέλουσιν. Ἀποστὰς δὲ τῆς Ἐδέμ ἀρχὴν κακῶν ἐποίησε τῷ πνεύματι τῷ ἐν τοῖς
    v.1.p.226
    ἀνθρώποις. Ἐπέμφθη οὖν ὁ Βαροὺχ πρὸς τὸν Μωσέα, καὶ δι᾿ αὐτοῦ ἐλάλησε τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἐπιστραφῶσι πρὸς
  • τὸν ἀγαθόν. Ὁ δὲ τρίτος ὁ . . . . . διὰ τῆς ψυχῆς ἀπὸ τῆς
  • Ἐδὲμ οἰκούσης εἰς τὸν Μωσέα, ὥσπερ καὶ εἰς πάντας ἀνθρώπους, τὰς ἐντολὰς τοῦ Βαροὺχ ἐπεσκίασε καὶ τὰς ἰδίας ἐποίησεν ἀκούεσθαι· διὰ τοῦτο ἡ ψυχὴ κατὰ τοῦ πνεύματος τέτακται, καὶ τὸ πνεῦμα κατὰ τὴς ψυχῆς. Ἡ μὲν γὰρ ψυχή ἐστιν
  • Ἐδέμ, τὸ δὲ πνεῦμα Ἐλωείμ, ἑκάτερα ὄντα ἐν πᾶσιν ἀνθρώποις
  • καὶ θήλεσι καὶ ἄρρεσι. Πάλιν μετὰ ταῦτα ἐπέμφθη ἐπὶ τοὺς προφήτας ὁ Βαρούχ, ἵνα διὰ τῶν προφητῶν ἀκούσῃ τὸ πνεῦμα τὸ ἐν τοῖς ἀνθρώποις κατοικοῦν καὶ φύγῃ τὴν Ἐδὲμ
  • καὶ τὴν πλάσιν τὴν πονηράν, ὥσπερ ἔφυγεν ὁ πατὴρ Ἐλωείμ·
  • ὁμοίως καὶ [διὰ τῶν προφητῶν] τῇ αὐτῇ ἐπινοίᾳ ὁ Νάας διὰ τῆς ψυχῆς τῆς ἐνοικούσης ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι τοῦ πατρὸς ὑπέσυρε τοὺς προφήτας, καὶ ὑπεσύρησαν πάντες, καὶ οὐκ ἠκολούθησαν τοῖς λόγοις τοῦ Βαρούχ, οὓς ἐνετείλατο
  • Ἐλωείμ. Τὸ τελευταῖον ἐξ ἀκροβυστίας προφήτην ἐπελέξατο
  • Ἐλωεὶμ τὸν Ἡρακλέα καὶ ἔπεμψεν, ἵνα τοὺς δώδεκα ἀγγέλους τῆς Ἐδὲμ καταγωνίσηται καὶ ἐλευθερώσῃ τὸν πατέρα ἀπὸ τῶν δώδεκα ἀγγέλων τῆς κτίσεως τῶν πονηρῶν. Ταῦτά ἐστι τα δώδεκα ἆθλα τοῦ Ἡρακλέους, ἃ κατηγωνίσατο ὁ Ἡρακλῆς τῇ
  • τάξει, ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου, λέοντα καὶ ὕδραν καὶ
  • κάπρον καὶ τὰ ἑξῆς. Τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματα, ἃ μετωνόμασται, φασίν, ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀγγέλων. Ὡς δ᾿ ἐδόκει κατηγωνίσθαι, προσπλέκεται αὐτῷ ἡ Ὀμφάλη, ἥτις ἐστὶ Βάβελ ἢ Ἀφροδίτη, καὶ ὑποσύρει τὸν Ἡρακλέα
  • καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ, τὰς ἐντολὰς τοῦ Βαρούχ,
  • ἃς ἐνετείλατο Ἐλωείμ, καὶ μετενδιδύσκει τὴν ἰδίαν αὐτῆς στολήν, τουτέστι τὴν δύναμιν τῆς Ἐδὲμ τῆς κάτω δυνάμεως, καὶ οὕτως ἀτελὴς ἐγένετο τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ. Τὸ δὲ τελευταῖον ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως
  • πέμπεται ὁ Βαρούχ, καταπεμφθεὶς πάλιν ὑπὸ τοῦ Ἐλωείμ,
  • καὶ ἐλθὼν εἰς Ναζαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαρίας, βόσκοντα πρόβατα, παιδάριον δυωδεκαετές, καὶ ἀναγγέλλει αὐτῷ ἀπ᾿ ἀρχῆς πάντα ὅσα ἐγένετο ἀπὸ τῆς Ἐδὲμ
    v.1.p.228
    καὶ τοῦ Ἐλωεὶμ καὶ τὰ μετὰ ταῦτα ἐσόμενα, καὶ εἶπε· Πάντες
  • οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν. Πειράθητι
  • οὖν, Ἰησοῦ, υἱὲ ἀνθρώπου, μὴ ὑποσυρῆναι, ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάγγειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγαθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου
  • ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ. Καὶ
  • ὑπήκουσε τῷ ἀγγέλῳ ὁ Ἰησοῦς εἰπών, ὅτι κύριε ποιήσω πάντα, καὶ ἐκήρυξεν. Ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠθέλησε . . . πιστὸς γὰρ ἔμεινε τῷ Βαρούχ. Ὀργισθεὶς οὖν ὁ Νάας, ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρωθῆναι.
  • Ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ξύλον,
  • ἀνέβη πρὸς τὸν ἀγαθόν. Εἰπὼν δὲ τῇ Ἐδέμ· Γύναι, ἀπέχεις σου τὸν υἱόν, τουτέστι τόν ψυχικὸν ἄνθρωπον καὶ τὸν χοϊκόν, αὐτὸς δὲ εἰς χεῖρας παραθέμενος τὸ πνεῦμα τοῦ πατρός, ἀνῆλθε πρὸς τὸν ἀγαθόν. Ὁ δὲ ἀγαθός ἐστι Πρίαπος,
  • ὁ πρίν τι εἶναι ποιήσας· διὰ τοῦτο καλεῖται Πρίαπος, ὅτι
  • ἐπριοποίησε τὰ πάντα. Διὰ τοῦτο, φησίν, εἰς πάντα ναὸν ἵσταται, ὑπὸ πάσης τῆς κτίσεως τιμώμενος καὶ ἐν ταῖς ὁδοῖς βαστάζων τὰς ὀπώρας ἐπάνω αὐτοῦ, τουτέστι τοὺς καρποὺς τῆς κτίσεως, ὧν αἴτιος ἐγένετο, πριοποιήσας τὴν κτίσιν πρότερον
  • οὐκ οὖσαν. Ὅταν οὖν, φησίν, ἀκούσητε λεγόντων ἀνθρώπων,
  • ὅτι κύκνος ἐπὶ τὴν Λήδαν ἦλθε καὶ ἐτεκνοποίησεν ἐξ αὐτῆς, ὁ κύκνος ἐστὶν ὁ Ἐλωείμ, καὶ ἡ Λήδα ἡ Ἐδέμ. Καὶ ὅταν λέγωσιν οἱ ἄνθρωποι, ὅτι ἀετὸς ἦλθεν ἐπὶ τὸν Γανυμήδην, ὁ ἀετός ἐστιν ὁ Νάας, ὁ δὲ Γανυμήδης ὁ Ἀδάμ· καὶ ὅταν λέγωσιν, ὅτι
  • ὁ χρυσὸς ἦλθεν ἐπὶ τὴν Δανάην καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς,
  • ὁ χρυσός ἐστιν ὁ Ἐλωείμ, Δανάη δὲ ἐστιν ἡ Ἐδέμ. Ὁμοίως δὲ κατὰ τὸν αὐτὸν τρόπον πάντας τοὺς τοιούτους λόγους μύθους ἐμφερεῖς. ὄντας παρατιθέμενοι διδάσκουσιν. Ὅταν οὖν προφῆται λέγωσιν· Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ,
  • κύριος ἐλάλησεν, οὐρανὸν λέγει, φησί, τὸ πνεῦμα τὸ ἐν
  • τῷ ἀνθρώπῳ, τὸ τοῦ Ἐλωείμ, γῆν δὲ τὴν ψυχὴν τὴν ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι, κύριον δὲ τὸν Βαρούχ, Ἰσραὴλ δὲ τὴν Ἐδέμ· Ἐδὲμ γὰρ λέγεται καὶ Ἰσραὴλ ἡ σύζυγος τοῦ Ἐλωείμ. Οὐκ ἔγνω με, φησίν, Ἰσραήλ, εἰ γὰρ ἐγνώκει, ὅτι πρὸς
    v.1.p.230
  • τῷ ἀγαθῷ εἰμί, οὐκ ἂν ἐκόλαζε τὸ πνεῦμα τὸ ἐν
  • τοῖς ἀνθρώποις διὰ τὴν πατρικὴν ἄγνοιαν.

    Ἐντεῦθεν γέγραπται δὲ καὶ ὅρκος ἐν τῷ πρώτῳ βιβλίῳ τῷ ἐπιγραφομένῳ Βαρούχ, ὃν ὁρκίζουσι τοὺς κατακούειν μέλλοντας τούτων τῶν μυστηρίων καὶ τελεῖσθαι παρὰ τῷ ἀγαθῷ·

  • ὃν ὅρκον, φησίν, ὤμοσεν ὁ πατὴρ ἡμῶν Ἐλωεὶμ παρὰ
  • τῷ ἀγαθῷ γενόμενος, καὶ οὐ μετεμελήθη ὀμόσας, περὶ οὗ γέγραπται, φησίν, Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. Ἔστι δὲ ὁ ὅρκος οὗτος· Ὀμνύω τὸν ἐπάνω πάντων, τὸν ἀγαθὸν, τηρῆσαι τὰ μυστήρια ταῦτα καὶ ἐξειπεῖν
  • μηδενί, μηδὲ ἀνακάμψαι ἀπὸ τοῦ ἀγαθοῦ ἐπὶ
  • τὴν κτίσιν. Ἐπειδὰν δὲ ὀμόσῃ τοῦτον τὸν ὅρκον, εἰσέρχεται πρὸς τὸν ἀγαθὸν καὶ βλέπει, ὅσα ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, καὶ πίνει ἀπὸ τοῦ ζῶντος ὕδατος, ὅπερ ἐστὶ λουτρὸν αὐτοῖς,
  • ὡς νομίζουσι, πηγὴ ζῶντος ὕδατος ἁλλομένου. Διακεχώρισται
  • γὰρ, φησίν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἔστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος τῆς πονηρᾶς κτίσεως, ἐν ᾧ λούονται οἱ χοϊκοὶ καὶ ψυχικοὶ ἄνθρωποι, καὶ ὕδωρ ἐστὶν ὑπεράνω τοῦ στερεώματος τοῦ ἀγαθοῦ ζῶν, ἐν ᾧ λούονται
  • οἱ πνευματικοὶ ζῶντες ἄνθρωποι, ἐν ᾧ ἐλούσατο Ἐλωεὶμ καὶ
  • λουσάμενος οὐ μετεμελήθη. Καὶ ὅταν λέγῃ, φησίν, ὁ προφήτης λαβεῖν ἑαυτῷ γυναῖκα πορνείας, διότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθε τοῦ κυρίου, τουτέστιν ἡ Ἐδὲμ ἀπὸ τοῦ Ἐλωείμ, ἐν τούτοις, φησίν, ὁ προφήτης
  • σαφῶς λαλεῖ τὸ ὅλον μυστήριον, καὶ οὐκ ἀκούεται διὰ
  • τὴν κακίαν τοῦ Νάας. Κατὰ τὸν αὐτὸν ἐκεῖνον τρόπον καὶ τὰς ἄλλας λαλιὰς προφητικὰς ὁμοίως παρᾴδουσι διὰ πλειόνων βιβλίων, ἔστι δὲ αὐτοῖς προηγουμένως βιβλίον ἐπιγραφόμενον Βαρούχ, ἐν ᾧ ὅλην τὴν τοῦ μύθου αὐτῶν διαγωγὴν ὁ ἐντυχὼν
  • γνώσεται. Πολλαῖς μὲν οὖν αἱρέσεσιν ἐντυχών, ἀγαπητοί,
  • οὐδενὶ τούτου κακῷ χείρονι ἐνέτυχον. Ἀληθῶς δέ, ὥσπερ λέγεται, κατὰ τὸν αὐτοῦ Ἡρακλέα δεῖ μιμησαμένους ἐκκαθᾶραι τὴν Αὐγείου κόπρον, μᾶλλον δὲ ἀμάραν, εἰς ἣν ἐμπεσόντες οἱ τούτου ἐχόμενοι οὐ πώποτε ἀποπλυθήσονται, ἀλλ᾿ οὐδὲ ἀνακύψαι δυνήσονται.

    v.1.p.232

  • Ἐπεὶ γοὔν καὶ τὰ Ἰουστίνου τοῦ ψευδογνωστικοῦ ἐπιχειρήματα
  • ἐξεθέμεθα, δοκεῖ καὶ τὰς τῶν ἀκολούθων αἱρέσεων δόξας ἐν ταῖς ἑξῆς βίβλοις ἐκθέσθαι, μηδένα δὲ καταλιπεῖν ἀνέλεγκτον αὐτῶν, τῶν ὑπ᾿ αὐτῶν λεγομένων παρατιθεμένων,
  • ὄντων ἱκανῶν πρὸς παραδειγματισμόν, εἰ καὶ μόνον ἐκρηθείη
  • τὰ ἀπόκρυφα παρ᾿ αὐτοῖς καὶ ἄρρητα, ἃ μόλις μετὰ πολλοῦ πόνου μυοῦνται οἱ ἄφρονες. Ἴδωμεν οὖν τί καὶ Σίμων λέγει.