Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πολλοῦ τοίνυν τοῦ περὶ πασῶν αἱρέσεων γενομένου ἡμὶν ἀγῶνος μηθέν γε ἀνεξέλεγκτον καταλιποῦσι, περιλείπεται νῦν ὁ μέγιστος ἀγών, ἐκδιηγήσασθαι καὶ διελέγξαι τὰς ἐφ᾿ ἡμῖν ἐπαναστάσας αἱρέσεις, δι᾿ ὠν τινες ἀμαθεῖς καὶ τολμηροὶ διασκεδαννύειν ἐπεχείργσαν τὴν ἐκκλησίαν, μέγιστον τάραχον κατὰ πάντα τὸν κόσμον ἐν πᾶσι τοῖς πιστοῖς ἐμβάλλοντες. δοκεῖ γὰρ ἐπὶ τὴν ἀρχηγὸν τῶν κακῶν γενομένην γνώμην ὀρμήσαντας διελέγξαι, τίνες αἱ ταύτης ἀρχαί, ὅπως εὔγνωστοι αἰ ἐκφυάδες αὐτῆς ἅπασι γενόμεναι καταφρονηθῶσι.