Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάσουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ’ αὐτῶν ἀκίνητον. τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν, καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. τοῖς δὲ ἄρχουσι καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς. εἰ μὴ τοῖς ἐννέα δόξει.

καὶ τὸ πτύσαι δὲ εἰς μέσον καὶ τὸ δεξιὸν μέρος φυλάττονται· τὸ δὲ τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων. οὐ μόνον γὰρ τροφὰς αὑτοῖς παρασκευάζονται #x003E; μιᾶς ἡμέρας πρὸς τὸ μὴ πῦρ ἅπτειν, ἀλλ’ οὐδὲ σκεῦος μετατιθέασιν, οὐδὲ ἀποπατίζουσι, τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται.

ταῖς δὲ ἄλλαις ἡμέραις ἐπὰν ἀποπατίσαι θέλοιεν, βόθρον ὀρύξαντες ποδιαῖον τῇ σκαλίδι — τοιοῦτον γὰρ ἐστι τὸ ἀξινάριον, ὃ τοῖς προσιοῦσι μαθητεύεσθαι πρώτως διδόασι —, καὶ περικαφιλαλήθη [*](1 st. φιλαλήθης (los. § 141 τὴν ἀλήθειαν ἀγαπᾶν ἀεί) 2 ἐλέγχειν Ρ, vgl. die von Niese S. 181,9 notierte Interpolation in C: ἐλέγχειν προβάλλεσθαι los., προβάλλεσθαι los. bei Porph. 8 καταληφθῇ We.: καταγνωσθῇ Miller τοὺς δὲ ἐπ’ ἀξιοχρέοις ἁμαρτήμασιν ἁλόντας los. § 143) τάγματος Ios: δόγματος Ρ 10 οὐδὲ auch los. 11 — 13 los. § 144 διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀναπνοαῖς ἀνέλαβον ἀνάγκαις ἔλαβον Porph.), ἱκανὴν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν τὴν μέχρι θανάτου βάσανον ἡγούμενοι 12 ἐλεῶσι Ρ αὐτῷ 13 <τὴν> μέχρι We. s. los. 15 ὑπ᾿ los.: ἀέ Ρ 16 <μάλιστα> μετὰ Cruice nach 17 βλασφημήσειε Miller 18 δέκα] ῑ Ρ 19f εἰς μέσους (so vielleicht auch Hipp.) ἢ τὸ δεξιὸν μέρος los. § 147 20 φυλάττωνται Ρ τοῦ δὲ We. 21 αὐτοῖς Ρ 22 + πρὸ Cruice (vgl. los. § 147 πρὸ μιᾶς ἡμέρας παρασκευάζουσιν); προπαρασκευάζονται μιᾶς ö. 23 ἀποπατεῖν los. τινὲς — 24 χωρίζονται Zusatz Hippolyts 24 ἀποπατῖσαι Ρ, ἀποπατῆσαι Miller, doch s. Ζ. 23 25 ἀξινίδιον los. 26 τοῖς — πρώτως] τοῖς νεοσυστάτοις los. vgl. S. 240, 23)

260
λύφαντες τὸ ἱμάτιον ἱζάνουσι, φάσκοντες μὴ δεῖν ὑβρίζειν τὰς αὐγάς, ἔπειτα τὴν ἀνασκαφεῖσαν γὴν ἐπεμβάλλουσιν εἰς τὸν βόθρον, καὶ τοῦτο ποιοῦσιν ἐκλε(γό)μενοι τοὺς) ἐρημοτέρους τόπους. ἐπὰν δὲ τοῦτ(ο ποιήσωσ)ιν, εὐθὺς ἀπολούονται ὡς μιαινούσης τῆς ἐκκρίσεως.