Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πάντες μὲν οὖν τῷ προεστῶτι προσέχουσι, καὶ ὅσα κελεύσει ὡς νόμῳ πείθονται. ἐσπουδάκασι γὰρ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν [*](1 ἑκάστοτεε ö.: ἕκαστός τε Ρ 8 ἀτάκτως Ρ 9 los. redet von Hymneu an die Sonne 14 ἑτεροδόξων? We., los. § 129 ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν 15 περὶ] ἐπὶ oder πρὸς We. (oder ἔχουι statt χωροῦσι) καθησάντων Ρ 18 εἰ μὴ] εἰμὶ Ρ 18f unlogisch, los. § 131 ἀριστοποιησάμενος (oder ἀριστοποιησαμένοις δ᾿ ἐπεύχεται πάλιν· ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι θεὸν ὡς χορηγὸν τῆς ζωῆς 19 τε Jos. Miller: δὲ Ρ παβόμενοι Ρ 20 ἀμφιένυνται Ρ καταθέμενος los. 21 λίναι Ρ 24 ἀκολουθήσεται Ρ 25 los. S 132 τὰς δὲ λαλιὰς ἐν τάξειεε παραχωροῦσιν ἀλλήλοις συνεχώρει Ρ, verb. Miller (los. παραχωροῦσιν) 28 ὅσ᾿ ἂν κελεύσῃ oder ὄσα κελεύει Miller 29 der Zwischensatz, auf den γὰρ sich bezieht, ausgelassen: los. § 134 δύο δὲ ταῦτα παρ’ αὐτοῖς αὐτεξούσια, ἐπικουρία καὶ ἔλεος)

258
τοῖς καταπονουμένοις. πρὸ δὲ πάντων ῤγῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. οὐδεὶς δὲ ὄμνυσι παρ’ αὐτοῖς, ὄσα δ᾿ ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται. εἰ δὲ ὁμόσει τις, καταγινώσκεται ὡς μὴ πιστευθείς <δίχα θεοῦ>.

σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι σύνταγμα εἴη πιστῶν. πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας. φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.