Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξάμενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι· καὶ οὕτω προελθόντες ἔκαστοι ἐφ’ ὃ βούλονται πράττουσι, καὶ ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν.

ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται, καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν — οὐδεὶς δὲ ἑτεροδόξῳ σύνεισιν ἐν τῷ οἴχῳ — καὶ περὶ ἀριστοποιΐαν χωροῦσι.

καθισάντων δὲ κατά τάξιν μεθ’ ἡσυχίας προσφέρονται ἄρτον, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. οὐ πρότερον δὲ γεύεταί τις αὐτῶν, εἰ μὴ ἐπεύξεται εὐλογῶν ὁ ἱερεύς. μετὰ δὲ τὸ ἄριστον ἐπευξαμένου πάλιν, ἀρχόμενοί τε καὶ πάλιν παυόμενοι ὑμνοῦσι τὸν θεόν.

ἔπειτα τὰς ἐσθῆτας, ἃς ἔν)δον συνεστιώμενοι ἀμφιέννυνται, ἀποθέμεν(οι ὡς ἱε)ράς — εἰσὶ δὲ λιναῖ — τὰς ἐν τῇ πάλιν πάλιν ἀναλαμβάνοντες ἐπὶ τὰ φίλα ἔργα ὁρμῶσιν ἕως δείλης, δειπνοῦσι δὲ ὁμοίως τοῖς προειρημένοις πάντα ποιήσαντες.

οὐδεὶς δὲ πώποτε κραυγάσει ἤ τις ἑτέρα θορυβώδης ἀκουσθήσεται φωνή, ἠρέμα δὲ ἕκαστοι λαλοῦντες, εὐσχημόνως ἕτερος τῷ ἑτέρῳ τὴν ὁμιλίαν συγχωρεῖ, ὡς τοῖς ἔξωθεν μυστήριόν τι καταφαίνεσθαι τὴν τῶν ἔνδον σιωπήν. νήφουσι δὲ πάντοτε, πάντα μέτρῳ καὶ ἐσθίοντες καὶ πίνοντες.