Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Μία δὲ αὐτῶν οὐκ ἔστι πόλις, ἀλλ’ ἐν ἑκάστῃ μετοικοῦσι πολλοί. καὶ εἴ τις ἀπὸ ξένης παρῇ τῶν αἱρετιστῶν, πάντα αὐτῷ κοινὰ ἡγοῦνται, καὶ οὓς οὐ πρότερον ᾔδεσαν, ὡς οἰκείους καὶ συνήθεις [*](7 — S. 261, 25 Schilderung der Essener aus Josephus, üd. Krieg II 8, 2 — 13 = § 119—161 N.) [*](8 διαιρεῖται] φιλοσοφεῖται los. 9 ἐσηνοὶ Ρ 11 + τὸ Miller 13 τέκνα ποιοῦνται ö. συγγενεῖς ἡμγοῦνται los.) 14 ἔτι We. 15 — 17 los. § 121: τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐχ ἀναιροῦντς, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι Καὶ μηδεμίαν τηρεῖν πεπεισμένοι τὴν πρὸς ἔνα πίστιν, von Hipp, ölligg umgestaltet 21 + ὁ Miller 23 ἀλείψεσθαι Ρ 24 + τῶν We., los. § 123 χειροτονητοὶ δ’ οἱ τῶν κοινῶν ἐπιμεληταί 25 πάντες δὲ ἀεὶ λευχ. von Hipp, an die falsche Stelle ückt fs. los.) 28 los. § 124 καὶ πρὸς οὓς οὐ πρότερον εἶδον εἰσίασιν ὡς συνηθεστάτους εἴδεσαν Ρ, vielleicht εἶδον wie Ios.)

257
προσδέχονται. περιΐασι δὲ τὴν πατρῴαν γῆν ἑκάστοτε ἀποδημοῦντες μηδὲν φέροντες πλὴν ὅπλου.

ἔχουσι δὲ καὶ κατὰ πόλεις προεστῶτα, ὃς τὰ συναγόμενα εἰς τοῦτο ἀναλίσκει, ἐσθῆτα καὶ τροφὰς αὐτοῖς παρασκευάζων. καταστολὴ δὲ αὐτῶν καὶ σχῆμα κόσμιον· χιτῶνας δὲ δύο ἢ διπλᾶς ὐποδέσεις οὐ κτῶνται· ἐπὰν δὲ τὰ παρόντα παλαιωθῇ, τότε ἕτερα προσίενται. οὐδὲν δὲ ὅλως οὔτε ἀγοράζουσιν οὔτε πωλοῦσιν, λοῦσιν, ὃ δ’ ἂν ἔχῃ τις τῷ μὴ ἔχοντι δούς, ὃ οὐκ ἔχει λαμβάνει.