Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτα τοίνυν τὰ (μεγάλα) καὶ ἀπόρρητα μυστήρια ἄλογον ἡγούμενος καταπατεῖσθαι ἢ εἰς πολλοὺς παραδίδοσθαι, συμβουλεύει ὡς πολυτελεῖς μαργαρίτας φυλάσσειν οὕτω λέγων· τοῦτον δὲ τὸν λόγον μὴ ἀναγινώσκετε πᾶσιν ἀνθρώποις, καὶ ταύτας τὰς ἐντολὰς φυλάξατε ἐπιμελῶς, ὅτι οὐ πάντες ἄνδρες πιστοὶ οὐδὲ πᾶσαι γυναῖκες ὁρθαί.

ταῦτα δὲ οὐδὲ Αἰγυπτίων σοφοὶ ἐν ἀδύτοις ἐχώρησαν, οὐδὲ ὁ σοφὸς Ἑλλήνων Πυθαγόρας ἐχώρησεν. εἰ γὰρ τετυχήκει κατ᾿ ἐκεῖνο καιροῦ Ἠλχασαΐ, τίς ἀνάγκη Πυθαγόραν ἢ Θαλῆν ἢ Σόλωνα ἢ τὸν σοφὸν Πλάτωνα ἢ καὶ τοὺς λοιποὺς Ἑλλήνων σοφοὺς μαθητεύειν Αἰγυπτίων ἱερευσιν ἔχουσι τὴν τοιαύτην καὶ τοσαύτην σοφίαν παρὰ Ἀλκιβιάδῃ, [ἃ] τῷ θαυμασιωτάτῳ ἑρμηνεῖ τοῦ δυστήνου Ἠλχασαΐ;

δοκεῖ τοίνυν ἱικανὰ εἶναι πρὸς ἐπίγνωσιν τὰ εἰρημένα τῆς τούτων μανίας τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις· διὸ πλείοσι ῥητοῖς οὐκ ἔδοξε χρῆσθαι, οὖσι πλείστοις καὶ καταγελάστοις. ἀλλ᾿ ἐπεὶ μηδὲ ταῦτα παρελείπομεν τὰ ἐφ᾿ ἡμῶν ἐπεγηγερμένα τά τε πρὸ ἡμῶν οὐκ ἐσιωπήσαμεν, δοκεῖ, ἵνα διὰ πάντων ὦμεν πεπορευμένοι <καὶ> μηδὲν ἀνεκδιήγητον καταλείπωμεν, εἰπεῖν τίνα καὶ τῶν Ἰουδαίων <τὰ ἔθη> καὶ τίνες αἱ ἐν τούτοις διαφοραί·

ἔτι γὰρ ταῦτα νομίζω περιλείπεσθαι. ἃ μηδὲ αὐτὰ σιωπήσας ἐπὶ τὴν ἀπόδειξιν τοῦ περὶ ἀληθείας λόγου χωρήσω, ὅπως μετὰ τὸν πολὺν ἀγῶνα τοῦ κατὰ πασῶν αἰρέσεων λόγου ἐπὶ <τὸν> τῆς βασιλείας στέρφανον εὐσεβῶς τὰ ἀληθῆ πιστεύοντες μὴ ταρασσώμεθα.