Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἕτερα δὲ πλεῖστα φλυαρεῖ, ταὐτὰ καὶ ἐπὶ φθισικοῖς ἐπιλέγειν διδάσκων καὶ βαπτίζεσθαι ἐν ψυχρῷ τεσσαρακοντάκις ἐπὶ ἡμέρας ἑπτά, ὁμοίως καὶ ἐπὶ δαιμονῶντας. ὢ σοφίας ἀμιμήτου καὶ ἐπαοιδῶν δυνάμεων μεμεστωμένων. τίς οὐκ ἐκπλαγήσεται τῇ τοιαύτῃ καὶ τοσαύτῃ δυνάμει τῶν λόγων; ἀλλ᾿ ἐπειδὴ καὶ ἀστρολογικῇ πλάνῃ κεχρῆσθαι αὐτοὺς ἔφημεν, ἐξ αὐτῶν δείξομεν· φησὶ γὰρ οὕτως·

εἰσὶν ἀστέρες πονηροὶ τῆς ἀσεβείας. τοῦτο νῦν ὑμῖν εἴρηται, εὐσεβεῖς καὶ μαθηταί· φυλάσσεσθε ἀπὸ τῆς ἐξουσίας τῶν ἡμερῶν ἀρχῆς αὐτῶν καὶ μὴ ποιεῖτε τὴν καταρχὴν τῶν ἔργων ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ μὴ βαπτίζετε ἄνδρα ἢ γυναῖκα ἐν ταῖς ἡμέραις τῆς ἐξουσίας αὐτῶν, ὁπόταν διαπορεύηται ἐξ αὐτῶν ἡ σελήνη καὶ συνοδεύῃ αὐτοῖς.

αὐτὴν τὴν ἡμέραν φυλάσσεσθε, ἕως οὑ ἐκπορεύεται ἀπ᾿ αὐτῶν, καὶ τότε βαπτίζετε καὶ ἐνάρχεσθε ἐν πάσῃ ἀρχῇ τῶν ἔγων ὑμῶν. ἡμῶν. δὲ τιμήσατε τὴν ἡμέραν τοῦ σαββάτου, ἐπειδή ἐστιν ἡμέρα μία ἐξ αὐτῶν. [*](2ff vgl. S. 253, 4ff. Epiph. XXX 17 S. 109, 30 dind.: ὅταν γάρ τις ἐξ αὐτῶν ἢ νόσῳ περιπέσοι ἢ ὑπὸ ἑρπετοῦ δηχθείη, κάτεισιν εἰς τὰ ὕδατα καὶ ἐπικαλεῖται ...) [*](2 τιν᾿ οὗν Gö.: τινῶν Ρ 4 περισχάσῃ Roeper 6 ἐὰν] ἂν Gö. + σὺν Gö. 7 προσευξάσθω wohl Ρ προσδεξάσθω nach Miller) 8 ἐπιμαρτυρήσθω Ρ nach Miller 14 φερέματι Ρ 16 ταὐτὰ Roeper: ταῦτα Ρ φθητικοῖς Ρ 18 ἐπὶ] ἔτι Gö., > Miller (oder δαιμονῶσιν) 19 δυνάμεως Miller 22 ἡμῖν P 23 ἀπὸ τῶν ἡμερῶν τῆς ἐξουσίας αὐτῶν Cruice 24 ποιῆτε Ρ 25 βαπτίζητε Ρ 26 διαπορεύεται Ρ 28 ἐν πᾶσιν ἀρχὴν Gö. 29 ἐξ αὐ sicher, obgleich nicht ganz ändig Ρ ἐξουσίας αὐτῶν Gö.))

255
ἀλλὰ καὶ τὴν τρίτην σαββάτου φυλάσσεσθε μὴ κατάρχεσθαι,

ἐπειδὴ πάλιν πληρουμένων τριῶν ἐτῶν Τραϊανοῦ Καίσαρος, ἀφ᾿ ὅτε ὑπέταξεν ἑαυτοῦ τῇ ἐξουσίᾳ τοὺς Πάρθους, ὅτε ἐπληρώθη τρία ἔτη, † ἀγγρίζεται ὁ πόλεμος μεταξὺ τῶν ἀγγέλων τῆς ἀσεβείας τῶν ἄρκτων· διὰ τοῦτο ταράσσονται πᾶσαι βασιλεῖαι τῆς ἀσεβείας.