Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τὸ μὲν οὖν βάπτισμα τοῖς ἀπ᾿ αὐτ . . . . . . ένοις οὕτως παραδίδωσι, τοιάδε λέγων τοῖς ἀπατωμένοις· εἴ τις οὐν, τέκνα, ἐπλησίάσεν οἱῳδήποτε ζῴῳ ἢ ἄρρενι ἢ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐμοίχευσεν ἢ ἐπόρνευσε, καὶ θέλει ἄφεσιν λαβεῖν τῶν ἁμαρτιῶν, ἀφ᾿ οὑ ἂν ἀκούσῃ τῆς βίβλου ταύτης, βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι υἱοῦ αὐτοῦ, <τοῦ>

βασιλέως. <καὶ> καθαρισάτω καὶ ἁγνευσάτω καὶ ἐπιμαρτυρησάσθω αὑτῷ τοὺς τοὺς ἑπτὰ μάρτυρας γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ, τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. ταῦτα τὰ θαυμάσια μυστήρια τοῦ Ἠλχασαῒ τὰ ἀπόρρητα καὶ μεγάλα, ἃ παραδίδωσι τοῖς ἀξίοις μαθηταῖς· οἷς οὐκ ἀρκεῖται ὁ ἄνομος, ἀλλ᾿ ἐπὶ δὺο καὶ τριῶν μαρτύρων ἐνσφραγίζει τὰ ἑαυτοῦ κακά, πάλιν οὕτως λέγων·

πάλιν λέγω, ὦ μοιχοὶ καὶ μοιχαλίδες καὶ ψευδοπροφῆται, ἐὰν θέλητε ἐπιστρέψαι ἕνα ἀφεθήσωνται ὑμῖν αἱ ἁμαρτίαι, καὶ ὑμῖν εἰρήνη καὶ μέρος μετὰ τῶν δικαίων, ἀφ’ οὗ ἂν ἀκούσητε τῆς βίβλου ταύτης καὶ βαπτισθῆτε ἐκ δευτέρου σὺν τοῖς ἐνδύμασιν.

ἀλλ᾿ ἐπεὶ [*](15 f μεγάλου βασιλέως] das bezeugt auch Epiph. XIX 3 S. 326, 31 Dind. — 17 — 19 = S. 254, 8 — 11 Epiph. XIX 1 ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ ὁρισάμενος, τὸν οὐρανόν φημι καὶ τὸ ὕδωρ καὶ πνεύματα, φησίν, ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν fast gleich XXX 17, s. Lipsius, Zur Quellenkritik des Ep. S. 145 3; Bousset, Hauptprobleme S. 228; Diels, Elementum S. 48 — 26 σὺν τοῖς ἐνδύμασιν vgl. S. 254, 6] Epiph. XXX 2 S. 91, 14 Dind. πάλιν ἀνατρέχει βαπτίζεσθαι, πολλάκις καὶ σὺν τοῖς ἱματίοις) [*](1 ἀφορμὰς verb. aus ἀφορμᾶς Ρ 3 #x003E; νομίζειν Miller 7 ἐπιδιηγησάμενος Ρ 10 ὑπ’ αὐτοῦ ἀπαγομένοις Scott, ὑφ᾿ ἑαυτοῦ ἀγομένοις oder ἀπ᾿ αὐτοῦ γενομένοις ö., ἀπ᾿ αὐτοῦ κατηχουμένοις Cruice, ἀπ’ αὐτοῦ ὁρμωμένοις We. 11f ἐπλησίασεν οἱῳδήποτε Scott: πλησιάσει ἢ οἱοδήποτε Ρ 13 ἀφ’ οὗ GS. vgl. Ζ. 25: ἀφ’ ἧς Ρ 15 <τοῦ> υἱοῦ Diels + τοῦ ö. 16 + καὶ ö. We. 17 αὐτῶ Ρ 20 ἐλχασαΐ P 24 θέλετε Ρ ἀφεθήσονται We. 26 λύμασιν Ritschi in Niedners Ζ. ür die hist. Theol. XXIII 583, aber s. S. 254, 6)

254
ἐπαοιδαῖς τούτους εἴπομεν χρῆσθαι ἐπί τε κυνοδήκτων καὶ ἑτέρων, δείξομεν· λέγει δὲ οὕτως· ἄν τιν᾿ οὐν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος, ἐν ᾧ ἐστι πνεῦμα διαφθορᾶς, δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὅπου ἐὰν ᾖ τόπος βαθύς,

βαπτισάσθω <σὺν> παντὶ τῷ φορέματι καὶ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει, καὶ τότε ἐπιμαρτυρη(σά)σθω τοὺς ἑπτὰ μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν.

τούτους τοὺς ἑπτὰ μάρτυρας μαρτύρομαι, ὅτι οὐκέτι ἁμαρτήσω, οὐ μοιχεύσω, οὐ κλέψω, οὐκ ἀδικήσω, οὐ πλεονεκτήσω, οὐ μισήσω, οὐκ ἀθετήσω οὐδὲ ἐν πᾶσι πονηροῖς εὐδοκήσω. ταῦτα οὖν εἰπὼν βαπτισάσθω σὺν παντὶ τῷ φορέματι αὐτοῦ ἐν ὀνόματι τοῦ μεγτάλου καὶ ὑψίστου θεοῦ.