Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οὗτος νόμου πολιτείαν προβάλλεται δελεάσματος δίκην, φάσκων δεῖν περιτέμνεσθαι καὶ κατὰ νόμον ζῆν τοὺς πεπιστευκότας, ἀποσπῶν τινα τῶν προειρημένων αἰρέσεων. τὸν Χριστὸν δὲ λέγει ἄνθρωπον κοινῶς πᾶσι γεγονέναι, τοῦτον δὲ οὐ νῦν πρώτως ἐκ παρθένου γεγεννῆσθαι, ἀλλὰ καὶ πρότερον, καὶ αὖθις πολλάκις γεννηθέντα καὶ γεννώμενον πεφηνέναι καὶ φύεσθαι, ἀλλάσσοντα γενέσεις καὶ μετενσωματούμενον, ἐκείνῳ τῷ Πυθαγορείῳ δόγματι χρώμενος.

τοσοῦτον δὲ πεφυσίωνται, ὡς καὶ προγνωστικοὺς ἑαυτοὺς λέγειν, #x003E; μέτροις καὶ ἀριθμοῖς τῆς προειρημένης Πυθαγορείου [*](1 ff Tgl. S. 253. 10 ff — 3f Origenes bei Eus. KG VI 38: βίβλον τινὰ φέρουσιν, ἣν λέγουσιν ἐξ οὐρανοῦ πεπτωκέναι, καἰ τὸν ἀκηκοότα ἐκείνης κα πιστεύοντα ἄφεσιν λήψεσθαι τῶν ἁμαρτημάτων — 6 vgl. S. 249, 22ff — 18 vgl. Epiph. XIX 1 S. 320, 7. 8. LITT 1 S. 503, 11 Dind. — 20 —23 vgl. Epiph. XXX 3. LIII 1 S. 508, 25ff Dind., Brandt S. 79 ff — 20 vgl. S. 222, 5 — 21 vgl. S. 222, 6f) [*](1 αὐτῶ Ρ 2 ἀσεγεία Ρ 2f εἴ τις πιστὸς Sauppe 3 πιστός <τις> Miller ἐπιτρέψαντα Ρ ἀκούσαντα Bunsen 3f ἐπιστρέψαντας καὶ . . . κατακούσαντας καὶ πιστεύσαντας Ritechl in Niedners Ζ. ür die bist. Theol. XXIII 583 4 ὁρίζει > Ritschl ἄφεσιν zweimal Ρ 6 προεστήσατο Bimsen I 389 Doxographi 588, 15 προστησάμενον τοῦτο τὸ δόγμα 7 ἐνόμησεν Ρ 9 ἐλλέγξαντες Ρ 11 + ἃ Miller 13 δὲ Sauppe: τί Ρ, τε ö. 14 καὶ δείξαντες Miller: δείξαντες καὶ Ρ πρὸς ποιητῶν Ρ 17 τετολμημημένη Ρ 22 γεγενῆσθαι Ρ 26 δῆλον Ρ)

253
τέχνης ἀφορμαῖς χρωμένους. οὗτοι καὶ μαθηματικοῖς καὶ ἀστρολογικοῖς καὶ μαγικοῖς προσέχουσιν ὡς ἀληθιέσι, καὶ τούτοις χρώμενοι ταράσσουσι τοὺς ἄφρονας νομίζειν αὐτοὺς λόγου δυνατοῦ μετέχειν·

ἐπαοιδὰς τε καὶ ἐπιλόγους τινὰς διδάσκουσι πρός τε κυνοδήκτους καὶ δαιμονιῶντας καὶ ἑτέραις νόσοις κατεχομένους, ὧν οὐδὲ ταῦτα σιωπήσομεν. ἱκανῶς οὖν τὰς αρχὰς αὐτῶν διηγησάμενος τάς τε αἰτίας τῶν τολμημάτων, παρελεύσομαι ἐπιδιηγησόμενος τὰ ἔγγραφα, δι’ ὧν εἴσονται οἱ ἐντυγχάνοντες τόν τε λῆρον καὶ τὰ ἄθεα αὐτῶν επιχειρηματα.