Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Καὶ τοῦτο εἶναι δοκοῦσιν οὑτοι τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος· »ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ <τὸ> πεσὸν εἰς τὴν τὴν καλὴν καὶ ἀγαθὴν ἐποίει ὃ μὲν ἑκατόν, ὃ δὲ ἐξήκοντα, ὃ δὲ τριάκοντα.« καὶ διὰ τοῦτο εἴρηκε, φησίν· »ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω«, ὅτι ταῦτα οὐκ ἔστι πάντων ἀκούσματα.

οὗτοι πάντες οἱ αἰῶνες οἴ τε τρεῖς καὶ οἱ ἀπ᾿ αὐτῶν ἀπειράκις ἄπειροι πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλθες. αὐξηθέντες οὖν καὶ μεγαλθυνθέντες καὶ γενόμενοι οὗτοι πάντες ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος, τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος, οἱ πάντες εἰς ἕνα ὁμοῦ γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν, γέννημα κοινὸν. οἱ πάντες ἐγέννησαν ἐκ παρθένου Μαρίας, τὸν ἐν μεσότητι Μαρίας] σωτῆρα πάντων, ἰσοδύνα- [*](3 vgl. S. 144, 2 — 4 vgl. S. 150, 4. 25. 156, 24 f — 17 —21 vgl. V 8, 29 — 18 —20 Matth. 13, 3. 8; Maxk. 4, 3. 8; Luk. 8, 5. 8, freie Wiedergabe — 20 Matth. 13, 9; Mark. 4, 9; Luk. 8, 8 — 23 —27 u. S. 228, 6 ὁμοφρονοῦντες) vgl. S. 160, 4 f. 128, 2 f) [*](3 λαβόντων Usener, Weihnachtsfest2 S. 138: λαβὼν Ρ <ἓκαστος> κατ᾿ 5 ἀριθμῶν καὶ Ρ 8 διαιρετοὶ καὶ ö.: διαιρετικ(οὶ) Ρ 11 τυχὼν Ρ (nicht τυχὸν) 12 αὐτὸν Ρ 13 ἀμέτριτος Ρ 14 ἐξάκις αὐτὸν Ρ 16 αὐτὸν Ρ αἰώνων ö. 18 + τὸ ö. 21 πόντων Miller: πάντως 23 <τέλειοι> γενόμενοι vgl. Ζ. 4 24 οὑτοι] τέλειοι We. 25 οἱ Ρ: καὶ Cruice οἱ πάντες > We. 26 γένημα Ρ ἐγένησαν Ρ 27 Μαρίας Cruice: μιᾶς Ρ, vgl. τὸν] τῶν? ö. Μαρίας > Sauppe, ~ nach μιᾶς Scott. Es ist Correctur zu)

228
μον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ, πλὴν ὅτι γενητὸς οὗτος, τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο, ὅθεν γέγονεν ἡ συκῆ, ἐστὶν ἀγένητον.

κεκοσμημένων οὖν τῶν τριῶν αἰώνων ἐκείνων παναρέτως καὶ παναγίως, ὡς δοκοῦσιν οὗτοι διδάσκοντες, καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς — γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι —, κεκόσμητο μὲν ἀνενδεὴς πᾶσα ἡ νοητὴ φύσις, φῶς δὲ δὲ ἅπαντα ἐκεῖνα τὰ νοητὰ καὶ αἰώνια, φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργὸν οὐδὲ οἱονεί τινος ἐπιποιοῦντος δεόμενον· ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων τῶν ἐκεῖ πολυποικίλων, κατέλαμψεν ἄνωθεν εἰς τὸ ὑποκείμενον χάος.

τὸ δὲ φωτισθὲν ὁμοῦ καὶ μορφωθὲν ἐκείναις ἄνωθεν ταῖς πολυποικίλοις ἰδέαις πῆξιν ἔλαβε καὶ ἀνεδέξατο τὰς ιδέας τὰς ἄνωθεν ἁπάσας ἀπὸ τοῦ τρίτου αἰῶνος τοῦ τριπλασιάσαντος αὑτόν. ὁ δὲ αἰὼν οὗτος ὁ τρίτος τοὺς χαρακτῆρας βλέπων πάντας ἀθρόως τοὺς ἑαυτοῦ εἰς τὸ ὑποκείμενον κάτω σκότος κατειλημμένους, τήν τε δύναμιν τοῦ σκότους οὐκ ἀγνοῶν καὶ τὸ ἀφελὲς του φωτὸς ομου καὶ ἄφθονον, οὐκ εἴασεν ἐπὶ πολὺ τοὺς φωτεινοὺς χαρακτῆρας ἄνωθεν ὑπὸ τοῦ σκότους κάτω κατασπασθῆναι·

ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι στερέωμα οὐρανοῦ κάτωθεν »καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός, καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν, ὃ ἦν ὑπεράνω τοῦ στερεώματος, καὶ τὸ σκότος ἐκάλεσε νύκτα«.

πασῶν οὖν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων ἐν τούτῳ τῶ κατωτάτω σκότῳ, καὶ αὐτοῦ τοῦ τοιούτου αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον· ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὑ λέγει Μωϋσῆς· »ἐν ἀρχῇ

ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «. τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος — βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ —, βάτον [*](S. 8 —229, 8 vgl. Χ, 16, 2 — 5 — 20 Gen. 1, 4. 5. 7 καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα . . . . καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος — 26 Gen. 1, 1 — 27 f Exod. 3, 2 — 28 vgl. S. 224, 4) [*](1 γεννητὸς ö. 2 ἀγέννητον ö. 3 καικοσμιμένων (so) Ρ 6 ἀμέτριτοι Ρ 9 κατὰ] καὶ Usener a. a. Ο. 10 <καὶ> κατὰ Miller 14 αὐτὸν 17 ἀφελ·ὲς Bernays, vgl. Η: ἀσφαλὲς Ρ 20 στερέωμα οὐρανοῦ Bernays: στερεώσας οὖν Ρ, <στερέωμα> στερεώσας οὖν ö. (aber Gen. 1, 4 f kennt nur Akt) διεχώρηυσεν Ρ 21 ὁ Ρ 22 πασῶν Η ö. πάντων Ρ)

229
δέ, φησίν, εἴρηκεν Μωϋσῆς, ὄτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα.

οὐδὲν δὲ ἠττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται· φωνὴ γὰρ ἐστι σημαντικὴ τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος οὐ γνωρίζεται. οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου, τουτέστιν ἀέρος, νομο- θετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.