Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οὗτος οὖν ὁ πυροειδὴς θεός, ὁ πῦρ ἀπὸ φωτὸς γενόμενος, πεποίηκε τὸν κόσμον οὕτως, ὥς φησι Μωϋσῆς, αὐτὸς ὢν ἀνυπόστατος, σκότος ἔχων τὴν οὐσίαν, ἐνυβρίζων ἀεὶ τοῖς κατειλημμένοις ἄνωθεν κάτω τοῦ φωτὸς αἰωνίοις χαρακτῆρσι. μέχρι μὲν οὖν τῆς τοῦ σωτῆρος φανερώσεως ὑπὸ τοῦ θεοῦ τοῦ φωτὸς τοῦ πυρώδους, τοῦ δημιουργοῦ, πολλή τις ἦν πλάνη τῶν ψυχῶν — ψυχαὶ γὰρ αἱ ἰδέαι καλοῦνται, ὅτι ἀποψυγεῖσαι τῶν ἄνω έν σκότει διατελοῦσι, μεταβαλλόμεναι ἐκ σωμάτων εἰς σώματα, ὑπὸ τοῦ δημιουργοῦ φρουρούμενα.

ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, φησίν, ἔνεστι καὶ ἐκ τοῦ Ἰὼβ κατανοῆσαι λέγοντος· »καὶ ἐγὼ πλανῆτις καὶ τόπον ἐκ τόπων μεταβαίνουσα καὶ οἰκίαν ἐξ οἰκίας«, καὶ τοῦ σωτῆρος λέγοντος· »καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω« —, ἀπὸ δὲ τοῦ σωτῆρος μετενσωμάτωσις πέπαυται, πίστις δὲ κηρύσσεται εἰς ἄφεσιν ἁμαρτιῶν τοιοῦτόν τινα τρόπον·

ὁ μονογενὴς υἱὸς ἐκεῖνος ὁ τῶν αἰώνων ἄνωθεν τὰς ἰδέας βλέπων τὰς ἄνωθεν μεταβαλλομένας ἐν τοῖς σκοτεινοῖς σώμασι ῥύσασθαι κατελθὼν ἡθέλησεν. εἰδὼς δέ, ὅτι τὸ πλήρωμα τῶν ὅλων αἰώνων οὐδὲ οἱ αἰῶνες οἱ] ἀθρόον ἰδεῖν ὑπομένουσιν, ἀλλὰ καταπλαγέντες οἱ φθαρτοὶ φθορὰν ὑπομένουσι, μεγέθει καὶ δόξῃ δυνάμεως κατειλημμένοι, συστείλας ἑαυτὸν ὡς ἀστραπὴν μεγίστην ἐν ἐλαχίστῳ σώματι, μᾶλλον δὲ ὡς φῶς ὄφεως ὑπὸ τοῖς βλεφάροις συνεσταλμένον [*](3 f vgl. Stoicorum veterum fr. coli, de Arnim I N. 74 II 139 ff. III S. 212 N. 17—19 — 13 zur Etymologie s. 1 21, 3 und ümmler, Akademika S. 140 — 14 f X 16, 5 Ende — 17 Hiob 2, 9 d καὶ ἐγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, docli s. auch Mithrasliturgie S. 8, 5 Dietericli ἐγώ εἰμι σύμπλανος ὑμῖν ἀστήρ — 18 — 20 Matth. 11, 14. 15 — 21 Mark. 1, 4 — 22—24 u. S. 230, 11 ff vgl. X 16, 6 — 28 über das Bild s. Reifczenstein, S. 145) [*](2 βάτον Ρ, verb. ö. 16 ἕνεστι Ρ 17 πλανήτης P τόπων] τόπου nach LXX We. 21 f τοιοῦτόν τινα τρ. zum folgenden gezogen Ρ, verb. Usener, Weihnachfcsfest2 S. 138 (vgl. z. B. S. 226, 15) 22 ἐκεῖνος ὁ τῶν αἰώνων, τὰς ἄνωθεν ἰδέας βλέπων μεταβαλλομένας We. 25 οἱ > Miller 26 οἱ] Petersen bei ö. ὑπομενοῦσι Cruice)

230
ἐξικνεῖται μέχρις οὐρανοῦ καὶ τῶν ἀστέρων ἐπιψαῦσαν τῶν ἐκεῖ πάλιν ἑαυτὸ συστέλλειε ὑπὸ τοῖς βλεφάροις τῆς ὄφεως ὅτε βούλεται·

καὶ τοῦτο ποιοῦν τὸ φῶς τῆς ὄψεως καὶ πανταχῇ γινόμενον καὶ πάντα, ἡμῖν ἐστιν ἀφανές, μόνον δὲ ὁρῶμεν ἡμεῖς ὄφεως βλέφαρα, κανθοὺς λευκούς, ὑμένας, ἶριν πολύπτυχον πολυκτηδύνα, χιτῶνα κερατοειδῆ, ὑπὸ δὲ τοῦτον κόρην ῥαγοειδῆ, ἀμφιβληστροειδῆ, δισκοειδῆ, κοὶ δἔ τινες ἄλλοι τοῦ φωτὸς τῆς ὄψεώς εἰσι χιτῶνες, οὓς ἐστολισμένη κέκρυπται·

οὕτως, φησίν, ὁ μονογενὴς παῖς ἄνωθεν αἰώνιος ἐπενδυσάμενος κατὰ ἕνα ἕκαστον τοῦ τρίτου αἰῶνος αἰῶνα καὶ γενόμενος έν τριακοντάδι αἰώνων εἰσῆλθεν εἰς τόνδε τὸν κόσμον τηλικοῦτος ὤν, ἡλίκον εἴπομεν, ἀφανής, ἄγνωστος, ἄδοξος, ἀπιστούμενος.

ἴν’ οὐν, φασὶν οἱ Δοκηταί, καὶ τὸ σκότος ἐπενδύσηται τὸ ἐξώτερον, τὴν σάρκα φησίν, ἄγγελος συνοδεύσας αὐτῷ ἄνωθεν τὴν Μαριὰμ εὐηγγελίσατο, φησίν, ὡς γέγραπται. ἐγεννήθη τὸ ἐξ αὐτῆς, ὡς γέγραπται.

γεννηθὲν δὲ ἐνεδύσατο αὐτὸ ἄνωθεν ἐλθών, καὶ πάντα ἐποίησεν οὕτως, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἐλούσατο εἰς τὸν Ἰορδάνην, ἐλούσατο δὲ τύπον κοὶ σφράγισμα λαβὼν ἐν τῷ ὕδατι τοῦ γεγεννημένου μένου σώματος ἀπὸ τῆς παρθένου, ἵν᾿ ὅταν ὁ ἄρχων κατακρίνῃ τὸ ἴδιον πλάσμα θανάτῳ, τῷ σταυρῷ, ψυχὴ ἐκείνη ἐν τῷ σώματι τραφεῖσα, ἀπεκδυσαμένη τὸ σῶμα καὶ προσηλώσασα πρὸς τὸ ξύλον καὶ θριαμβεύσασα δι᾿ αὐτοῦ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ εὑρεθῇ γυμνή, ἀλλ’ ἐνδύσηται τὸ ἐν τῷ ὕδατι, ὅτε ἐβαπτίζετο, ἀντὶ τῆς σαρκὸς ἐκείνης ἔκτετυπωμένον σῶμα.

τοῦτό ἐστι, φησίν, ὃ λέγει ὁ σωτήρ· »ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν.« ἀπὸ τῶν τριάκοντα οὖν αἰώνων τριά- [*](4—8 Tgl. Galen XIV 701f. XIX 358 Κ. V 623 f Κ. (= De decretis Hipp. üller) — 12 Mt. 8, 12 — 13 Luk. 1, 26 ff — 15 f vgl. X 16, 6 Ende — 16 Mark. 1, 9 — 20 f S. 231, 1 vgl. Kol. 2, 14. 15 — 21 f vgl. II Kor. 5, 3 — 24 — 26 Job. 3, 5. 6 ἐὰν μή τις — πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ· τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστίν s. Resch TU Χ 4 S. 15; Reitzenstein ZnW XV 70) [*](1 ἐπιψαῦσαν τῶν Usener S. 138: ἐπιψαυσάντων Ρ, ἐπιχψαύσας τῶν ö. (es scheint, ß der unterbrochene Satz erst Ζ. 8 aufgenommen wird) 2 ἑαυτὸν Ρ 3 τοῦτο] ταὐτὸ ö. 5 ὑμένας, ἶριν öller S. 330: ὑμένας ῥὶν Ρ, ὑμένα εὐρὺν Miller πολύκτηνον corr. in πολυκτηνδόνα Ρ 9 <ἰδέαν> κατὰ Cruice τῶν αἰώνων Cruice αἰῶνος] αἰῶνες Ρ 10 τόνδε τὸν ö.: τὸν δέκατον Ρ 13 φησίν > Cruice 14 γέγραπται. <καὶ> Cruice ἐγενήθη Ρ 15 αὐτὸς αὐτὸ ὁ ἄνωθεν ö. 17 f γεγενημένου Ρ 19 ψυχὴ ö.: αὐτὴ Ρ τοῦ σταυροῦ (Phil. 2,8) Klost. 21 θριαμβεύσας Ρ 25 γεγενημένον Ρ)

231
κοντα ἰδέας ἐνεδύσατο· διὰ τοῦτο ἐπὶ τριάκοντα ἴτη ἔτη ἐπὶ τῆς γῆς ὁ αἰώνιος ἐκεῖνος, ἑκάστου αἰῶνος ἰδέᾳ ἐνιαυτῷ φανερουμένος.

εἰσὶ δὲ καὶ ἀπὸ ἐκάστου τῶν τριάκοντα αἰώνων αἰώνων ἰδέαι κατειλημμέναι ψυχαί, καὶ φύσιν ἔχει τούτων ἑκάστη νοεῖν τὸν κατὰ φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι.

διὰ τοῦτο τοσαῦται αἱρέσεις ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις οἰκεῖος αὐταῖς, ἄλλῃ δὲ ἄλλος ὁρώμενος ἀπ’ ἄλλου τόπου, ἐφ᾿ ὃν ἑκάστη φέρεται, φησί, καὶ σπεύδει δοκοῦσα τοῦτον εἶναι μόνον, ὄς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης, ὅν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μόνον ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους.

οἱ μὲν οὖν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ σωτῆρος ἰδεῖν οὐ δύνανται, οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς δεκάδος τῆς μέσης καὶ τῆς ὀγδοάδος τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, λέγουσιν, οὐκ ἐκ μέρους, ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.