Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

  • γαῖα δ᾿ ἐς αὐγὰς
  • ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις·
  • ἄλλος <δ᾿> ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ
  • μισουμένας οὐν τὰς Ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὐσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν οὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ νείκους τοῦ μαινομένου κατασκευὴν καὶ ἐξάγειν κατ’ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν τῷ ἑνὶ σπεύδουσα καὶ κοπιῶσα.

    ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ’ αὐτῆς ἀγόμενα. διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμε- πισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἴνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὡν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.

    τοῦτον εὶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως·

  • ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
  • ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις,
  • ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ νεῖκος καὶ ἐκ πολλῶν εἰς ἔν κατὰ τὴν φιλίαν μεταβολήν· θεοὺς δέ, ὡς ἔφην, τέσσαρας μὲν θνητούς, πῦρ, ὕδωρ, γῆν, ἀέρα, δύο δὲ ἀθανάτους, ἀγενήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ νεῖκος καὶ τὴν φιλίαν·

    καὶ τὸ μὲν νεῖκος ἀδικεῖν διὰ παντὸς καὶ πλεονεκτεῖν καὶ ἀποσπᾶν τά τῆς φιλίας καὶ ἑαυτῷ προσνέμειν, τὴν δὲ φιλίαν ἀεὶ καὶ διὰ παντός, ἀγαθήν τινα οὖσαν καὶ τῆς ἑνότητος ἐπιμελουμένην, τὰ ἀπεσπασμένα τοῦ παντὸς καὶ βεβασανισμένα καὶ κεκολασμένα ἐν τῇ κτίσει ὑπὸ τοῦ δημιουργοῦ ἀνακαλεῖσθαι καὶ προσάγειν καὶ ὲν ποιεῖν.

    τοιαύτη τις ἡ κατὰ τὸν Ἐμπεδοκλέα ἡμῖν ἡ τοῦ κόσμου γένεσις καὶ φθορὰ καὶ σύστασις ἐξ ἀγαθοῦ καὶ κακοῦ συνεστῶσα φιλοσοφεῖται. εἶναι δέ [*](7 S. S. 212, 23 — 19 Empedokles a. a. Ο. V. 1. 2) [*](1 εἰς Ρ 2 ὅδ’ αἰθέρος ἔμβαλλε Ρ 3 δ’ > Ρ 7 κατὰ σκευὴν 9 ἀγόμενα so Ρ 11 πάντων <τῶν> We., πάντως Klost. 14 τοὺς so P 14 f διδάσκειν Ρ 15 συνεργάζονται καὶ συνεπιλαμβάνονται Ρ 19 ἔστιν] ἔστι τι Ρ ἀνάγκη (nicht ἀνάγκης) Ρ 20 πλατέεσι κατεσφραγισμένον ὅρκοις Ρ 23 ἀγεννήτους Ρ 29 ἓν ποιεῖν ö.: ἐμποιεῖν Ρ, ἑνοποιεῖν Miller 30 ἡ1 > We.)

    215
    φησι καὶ νοητὴν τρίτην τινὰ δύναμιν, ἣν καὶ ἐκ τούτων ἐπινοεῖσθαι δύνασθαι, λέγων ὡδέ πως·

  • εἰ γὰρ καὶ ἐν σφαδινῇσιν ὑπὸ πραπίδεσιν ἐρείσας
  • εὐμενέως καθαρῇσιν ἐποπτεύεις μελέτῃσιν,
  • ταῦτα δέ σοι μάλα πάντα δι᾿ αἰῶνος παρέσονται,
  • ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κτ . . ηται· αὐτὰ γὰρ αὔξει
  • ταῦτ᾿ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν | ἑκάστῳ. f. 98r
  • εἰ δὲ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας
  • μυρία δειλὰ πέλονται ἅ τ᾿ ἀμβλύνουσι μέριμναι,
  • ἦ σ’ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο
  • σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι·
  • πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.