Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἠλθεν οὖν τὸ εὐαγγέλιον πρῶτον ἀπὸ τῆς υἱότητος, φησίν, διὰ τοῦ παρακαθημένου τῷ ἄρχοντι υἱοῦ τὸ] πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων, ὅτι οὐκ ἦν θεὸς τῶν ὅλων, ἀλλ᾿ ἦν γεννητὸς καὶ ἔχων αὐτοῦ ὑπεράνω #x003E; τοῦ ἀρρήτου καὶ κατονομάστου οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν, καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἴᾳ ἦν ἀγνοίᾳ.

τοῦτό ἐστι, φησίν, τὸ εἰρημένον· ἀρχὴ σοφίας φόβος κυρίου«. ἤρξατο γὰρ σοφίζεσθαι κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου Χριστοῦ, διδασκόμενος τίς έστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότη̣ς, τί τὸ ἅγιον πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευή, ποῦ ταῦτα ἀποκατασταθήσεται· αὕτη ἐστὶν ἡ σοφία <ἡ> ἐν μυστηρίῳ λεγομένη.

περὶ ἡς, φησίν, ἡ γραφὴ λέγει· »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος‘. κατηχηθεὶς οὐν, φησίν, ὀ ἄρχων καὶ διδαχθεὶς καὶ φοβηθεὶς ἐξωμολογήσατο περὶ ἁμαρτίας. ἧς ἐποίησε μεγαλύνων ἑαυτόν.

τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκν, ὑπὲρ ταύτης ἐξομολογήσομαι εἰς τὸν αἰῶναι«. ἐπεὶ οὐν κατήχητο μὲν ὀ μέγας ἄρχων, κατήχητο δὲ καὶ δεδίδακτο πᾶσα ἡ τῆς ὀγδοάδος κτίσις καὶ ἐγνωρίσθη τοῖς ἐπουρανίοις τὸ μυστήριον, ἔδει λοιπὸν καὶ ἐπὶ τὴν ἑβδομάδα ἐλθεῖν τὸ εὐαγγέλιον, ἴνα καὶ ὁ τῆς ἑβδομάδος παραπλησίως ἄρχων διδαχθῇ καὶ εὐαγγελισθήσεται.

ἐπέλαμψεν #x003E; ὁ υἱὸς τοῦ μεγάλου ἄρχοντος τῷ υἱῷ τοῦ ἄρχοντος τῆς ἑβδομάδος τὸ φῶς. ὃ εἶχεν ἄψας αὐτὸς ἄνωθεν ἀπὸ τῆς υἱότητος, καὶ ἐφωτίσθη ὁ υἱὸς τοῦ ἄρχοντος τῆς ἑβδομάδος, καὶ εὐηγγελίσατο τὸ εὐαγγέλιον τῷ ἄρχοντι τῆς ἑβδομάδος, καὶ ὁμοίως κατὰ τὸν πρῶτον λόγον καὶ αὐτὸς ἐφοβήθη καὶ ἐξωμολογήσατο.

ἐπεὶ οὖν καὶ τὰ ἐν τῇ ἑβδομάδι πάντα πεφώτιστο καὶ διήγγελτο τὸ εὐαγγέλιον αὐτοῖς — κτίσεις γάρ εἰσι κατ᾿ αὐτὰ τὰ διαστήματα καὶ] κατ᾿ αὐτοὺς [*](1—7 Clemens Strom. ΙΙ 35, 5. 36, 1 S. 131, 28 ff St. ὅθεν »ἀρχὴ σοφίας φόβος θεοῦ« θείως λέλεκται. ἐνταῦθα οἰ ἀμφὶ Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ’ ἐλπίδας εὐηγγελισμένον, καὶ τὸν ἔκπληξιν φόβον κληθῆναι — 7 Psal. 110, 10; Prov. 1, 7. 9, 10, vgl. VI 32, 7 — 11 Ι Kor. 2, 13 — 15 Psal. 31. 5 frei wiedergegeben — 18 vgl. Ephes. 3, 9f) [*](2 τὸ > Jacobi S. 29 4 ἔχων ὑπεράνω ἑαυτοῦ τὸν τοῦ Roeper ö.: τὸν Ρ, > Uhlhorn S. 29 ὑπὲρ ἄνω Ρ † τὸν UKlhorn κατονομάστου 9 ἡ 2 Miller: ὁ Ρ ποῦ] πῶς? Bunsen 10 † ἡ Cruice 13 ἐξομολογήσατο Ρ 19 εὑδοάδα Ρ 21 † οὖν ö. 22 εὑδομάδος Ρ, so auch im Folgenden ἅψας Ρ αὐτὸς Miller: αὐτοὺς Ρ 25 ἐξομολογήσατο Ρ 27 κατὰ τὰ Cruice καὶ > Miller, καὶ κατ᾿ αὐτοὺς τοὺς τόπους τῶν ἀρχόντων> Uhlhorn 8, 25)

205
απειροι καὶ ἀρχαὶ καὶ δυνάμεις καὶ ἐξουσίαι, περὶ ὧν μακρός ἐστι κατ’ αὐτοὺς πάνυ λόγος λεγόμενος διὰ πολλῶν, ἔνθα καὶ τριακοσίους ἑξήκοντα πέντε οὐρανοὺς φάσκουσι, καὶ τὸν μέγαν ἄρχοντα αὐτῶν εἶναι τὸν Ἁβρασὰξ διὰ τὸ περιέχειν τὸ ὄνομα αὐτοῦ ψῆφον τξε, ὡς δὴ τοῦ ὀνόματος τὴν ψῆφον περιέχειν πάντα, καὶ διὰ τοῦτο τὸν ἐνιαυτὸν τοσαύταις ἡμέραις συνεστάναι — ·

ἀλλ’ ἐπεί, φησίν, ταῦθ’ οὕτως ἐγένετο, ἔδει λοιπὸν καὶ τὴν ἀμορφίαν καθ’ ἡμᾶς φωτισθῆναι καὶ τῇ υἱότητι τῇ ἐν τῇ ἀμορφίᾳ καταλελειμμένῃ οἱονεὶ ἐκτρώματι ἀποκαλυφθῆναι μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, καθὼς γέγραπται, φησίν· »κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον«, στήριοην«, καί »ἤκουσα ἄρρητα ῥήματα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«.

κατῆλθεν #x003E; ἀπὸ τῆς ἑβδομάδος τὸ φῶς, τὸ κατελθὸν ἀπὸ τῆς ὀγδοάδος ἄνωθεν τῷ υἱῷ τῆς εβδομάδος, ἐπὶ τὸν Ἰησοῦν τὸν υἱὸν τῆς Μαρίας, καἰ ἐφωτίσθη συνεξαφθεὶς τῷ φωτὶ τῷ λάμψαντι εἰς αὐτόν.

τοῦτό ἐστι, φησί, τὸ εἰρημένον »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ‘, τὸ ἀπὸ τῆς υἱότητος διὰ τοῦ μεθορίου πνεύματος ἐπὶ τὴν ὀγδοάδα καὶ τὴν ἑβδομάδα διελθὸν μέχρι τῆς Μαρίας, »καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι«, ἡ δύναμις τῆς κρίσεως ἀπὸ τῆς ἀκρωρείας ἄνωθεν #x003E; τοῦ δημιουργοῦ μέχρι τῆς κτίσεως, ὅ ἐστι τοῦ υἱοῦ.

μέχρι δὲ ἐκείνου φησὶ συνεστηκέναι τὸν κόσμον οὕτως, μέχρις οὑ πᾶσα ἡ υἱότης ἡ καταλελειμμένη εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς ἐν ἀμορφίᾳ καὶ εὐεργετεῖσθαι διαμορφουμένη κατακολουθήσῃ τῷ Ἰησοῦ καὶ ἀναδράμῃ καὶ ἔλθῃ ἀποκαθαρισθεῖσα· καὶ γίνεται λεπτομερεστάτη ὡς δύνασθαι δέ αὑτῆς ἀναδραμεῖν ὥσπερ ἡ πρώτη. πᾶσαν γὰρ ἔχει τὴν δύναμιν συνεστηριγμένην φυσικῶς τῷ φωτὶ τῷ λάμψαντι ἄνωθεν κάτω.