Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὅσα μὲν οὐν ἐδόκει τοῖς ἀπὸ τοῦ ὄφεως τὰς ἀρχὰς παρειληφόσι καὶ κατὰ τελείωσιν τῶν χρόνων εἰς φανερὸν τὰς δόξας ἑκουσίως προενεγκαμένοις, ἐν τῇ πρὸ ταύτης βίβλῳ οὕσῃ πέμπτῃ τοῦ ἐδέχου τῶν αἱρέσεων ἐζεθἐμην· νυνὶ δὲ καὶ τῶν ἀκολούθων τὰς γνώμας οὐ σιωπήσω, ἀλλ' οὐδὲ μίαν ἀνέλεγκτον καταλείφω, εἰ γε δυνατὸν πάσας ἀπομνημονεῦσαι καὶ τὰ τούτων ἀπόρρητα ὄργια, ὅ δικαίως ὄργια κλητέον· οὐ γὰρ μακρὰν ἀπέχουσιν ὀργῆς τοιαῦτα τετολμηκόες, ἵνα καὶ τῇ ἐτυμολογίᾳ χρήσωμαι.