Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἓξ ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἀριθμὸν ἅπαντα τῶν στοιχείων·

ὃν ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα, ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω καὶ ἄλφα, δι᾿ ἀριθμοῦ δηλουμένου ὀκτακοσίων ἑνός, καὶ διὰ τοῦτο Μνασέα ἐν τῇ ἕκτῃ ἡμέρᾳ λέγειν τὸν ἄνθρωπον γεγονέναι·

καὶ τὴν οἰκονομίαν δὲ τοῦ πάθους ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, ἥτις ἐστὶν ἡ παρασκευή ῇ τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι. ταύτης τῆς οἰκονομίας ἀρχὴν καὶ τέλος τὴν ἕκτην ὥραν εἶναι, έν ῇ προσηλώθη τῷ ξέλῳ.

τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἒξ ἀριθμὸν δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν δι᾿ αὐτοῦ ἐπιγενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν· ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσε.