Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Καὶ γὰρ καὶ ὁ μακάριος πρεσβύτερος Εἰρηναῖος παρρησιαί- τερον τῷ ἐλέγχῳ προσενεχθεὶς τὰ τοιαῦτα λούσματα καὶ ἀπολυτρώσεις ἐξέθετο, ἁδρομερέστερον εἰπὼν ἃ πράσσουσιν, οἷς ἐντυχόντες τινὲς αὐτῶν ἤρνηνται οὕτως παρειληφέναι, ἀεὶ ἀρνεῖσθαι μανθάνοντες. διὸ φροντὶς ἡμῖν γεγένηται ἀκριβέστερον ἐπιζητῆσαι καὶ ἀνευρεῖν λεπτομερῶς ἃ καὶ ἐν τῷ πρώτῳ λουτρῷ παραδιδόασιν, τὸ τοιοῦτο καλοῦντες, καὶ ἐν τῷ δευτέρω, ὃ ἀπολύτρωσιν καλοῦσιν.

ἀλλ’ οὐδὲ τὸ ἄρρητον αὐτῶν ἔλαθεν ἡμᾶς. ταῦτα δὲ συγκεχωρήσθω Οὐαλεντίνῳ καὶ τῇ αὐτοῦ σχολῇ. ὁ δὲ Μάρκος μιμούμενος τὸν διδάσκαλον καὶ αὐτὸς ἀναπλάσσει ὅραμα, νομίζων αὔτως δοξασθήσεσθαι. καὶ γὰρ Οὐαλεντῖνος φάσκει ἑαυτὸν ἑωρακέναι παῖδα νήπιον ἀρτιγέννητον, οὑ πυθόμενος ἐπιζητεῖ τίς ἂν εἵη, ὁ δὲ ἀπεκρίνατο λέγων, ἑαυτὸν εἶναι τὸν λόγον· ἔπειτα προσθεὶς τραγικόν τινα μῦθον ἐκ τούτου συνιστᾶς βούλεται τὴν ἐπικεχειρημένην αὐτῷ αἵρεσιν.

τούτῳ τὰ ὅμοια τολμῶν ὁ Μάρκος λέγει ἐληλυθέναι πρὸς αὐτὸν σχήματι γυναικείῳ τὴν Τετράδα, ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνῦσαι αὐτὴν ἥτις ἦν, καὶ τὴν τῶν πάντων ένε- [*](12 Irenaeus] Ι 21 S. 180 ff Η.) [*](25 — S. 175, 10 Iren. Ι 14, 1 S. 128ffH. αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτόν, ἐπειδή, φησί. τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο (Joh. 21, 25), καὶ μηνῦσαι αὐτὴν (semetipsatn, d. li. αὑτήν) τις ἦν καὶ τὴν πάντων) [*](1 f ἐπαγγελόμενοί Ρ 5 οὓς Ρ 6 δὲ Ρ: δ’ ἐστὶ Cniice 7 ποτ’ ἂν εἴη We. 5 Lettern, dann τὸ Ρ τὸ falsch ausgelassen bei Miller) 8 † τῶν Miller 9 κακοηθείζεσθαι Ρ αὐτοῖς? We. 11 συνεστήσαντο Roeper: ἐνεστήσταντο Ρ 14 οἱς ö.: οἱ Ρ 22 f ἄρτι γένητον Ρ 23 εἴη Miller: εἶναι Ρ 24 ἑαυτῶν Ρ τίνα] † λέγων Ρ, aber gestrichen)

174
σιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μόνω̣ διηγήσασθαι οὕτως εἰποῦσαν·

ὅτε τὸ πρῶτον ὁ Πατὴρ † αὐτοῦ ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ, ὃς παραστὰς ἐπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς.

ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων· ἔπειτα συνῆψε τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων· #x003E; ἐλάλησε τὴν τρίτην. ἥτις ἦν στοιχείων δέκα· καὶ τὴν τετάρτην ἐλάλησε, καὶ ἦν καὶ αὐτὴ στοιχείων δώδεκα.

ἐγένετο οὖν τοῦ ὀνόματος ὅλου ἡ ἐκφώνησις στοιχείων <μὲν> τριάκοντα, συλλαβῶν τεσσάρων· ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν, καὶ μηθὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὑτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειιν, ἀλλ’ ὃ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ηγεῖ [*](γένεσιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ πατὴρ ὤδινεν (pater cuius pater nemo est) ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ (s. zu Hipp. S. 82, 8), ἡθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν ῥητὸν auch Epiph.) γενηθῆναι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ὑπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς — τεσσάρων Ζ. 8) ἐπισυνῆψε τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων· ἑξῆς ἐλάλησε † et) τὴν τρίτην, καὶ ἦν καὶ καὶ < lat.) αὐτὴ (haec tat.) στοιχείων δεκαδύο. καὶ μετὰ ταῦτα ἐλάλησε, καὶ ἦν καὶ αὐτὴ στοιχείων δεκαδύο. ἐγένετο οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων — πατρός (S. 175, 10).) [*](2 εἰποῦσαν Iren. ö.: εἰποῦσα Ρ αὐτοῦ Ρ: ὤδινέν Epiph., #x003E; ὁ ἀπάτωρ <καὶ> Diels (s. Iren.), ὁ αὐτοπάτωρ We. 3 ἀνενόητος Ρ 5 Iren, bei Epiph. (ostendit lat.) 6 μορφῆ Ρ 9 ἔπειτα συνῆψε] ἐπισυνῆψε Iren, bei Epiph., coniunxit et lat. καὶ αὐτὴ] haec Iren. lat. 10 ἑξῆς ἐλάλησε Iren. Miller: ἐξελάλησε Ρ στοιχείων (nicht στοιχείω) Ρ 11 καὶ αὐτὴ] αὕτη Diels 12 † μὲν Iren, bei Epiph. Miller 15 αὐτὸ Ρ (Iren, lat.): αὐτὸς Iren, bei Epiph. ö. 16 ἐστί, τόνου δὲ μι)ν Ρ, verb. Miller (s. Iren.) ἐστιν] † ἀλλ’ οὐδὲ γινώσκειν αὐτὸν Iren. αὐτοῦ Ρ 16 f γινώσκειν] seife Iren, lat., πολιορκεῖ Epiph. (πλεονεκτεῖν Epitome, Dindorf) 17 ἀλλ’ ὃ αὐτὸς ἐκρωνεῖ Iren. ö.: ἄλλο μηδὲ ἐκφωνεῖν Ρ αὐτὸ und ἐκφωνοῦν Holl τὸ ὅλον Iren.: ὅτι τὸ Ρ)

175
σθαι ὀνομάζειν αὐτόν·

ἕκαστον γὰρ αὐτῶν μέρος ὄντα τοῦ ὅλου τὸν ἵδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν κοὶ μὴ παύσασθαι ἠχοῦντα μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωττήσαντα καταντήσαι. τότε δὲ <καὶ> τὴν ἀποκατάστασιν ὅλων ἔφρ γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ὲν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ, τῆς τε ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ <φθόγγους> ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον αἰῶνα, καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.