Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὃς καὶ ποτήριον μικρότερον κιρνῶν ἐδίδου γυναικὶ εὐχαριστεῖν, αὐτὸς παρεστὼς καὶ ἕτερον κρατῶν ἐκείνου μεῖζον κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος ἐπέχει εἰς τὸ μεῖζον, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως·

ἡ πρὸ τῶν ὅλων ἀνεννόητος καὶ ἄρρητος χάρις πληρώσαι σου τὸν ἴσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. καὶ τοιαῦτά τινα ἐπειπὼν καὶ ἐκστήσας τήν τε ἀπατωμένην καὶ τοὺς παρόντας ὡς θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου ἐκ τοῦ μικρο- [*](κεκραμένον lat.) προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον ἐντείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ (purpureum efc rubicundum) ἀναφαίνεσθαι ποιεῖ, ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνῳ ἐκείνου lat.) ποτηρίῳ.) [*](8 f vgl. IT 28, 13 (Ganschinietz, Ζ. f. wiss. Theol. 1913 S. 45 ff)) [*](12 — S. 172, 1 Iren. I 13, 2 S. 116f H. πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπώματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος αὐτοῦ. καὶ τούτου γενομένου αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου οὖ ἡ ἐξηπατημένη ηὐχαρίστησε προσενεγκὼν (proferens) καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου εἰς τὸ ὑπ᾿ αὐτοῦ κεκομισμένον † multo maiorem), ἐπιλέγων (ἐπιλέγει Holl) ἅμα οὕτως — γῆν Ζ. 18), καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ μικροῦ τοῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. — 18 Mark. 4, 31. 8) [*](2 καὶ πόμα Harvey, Iren. 1 S. 115 3 τοῖς ἀπατωμένοις Harvey 6 λαθρέως Ρ 7 μεταβαλὼν Ρ ἐπιχρώσῃ We.: ἐπιχωρίση Ρ, ἐπιχρωτίσῃ Miller 9 ὡς] οἶς We. 12 μικρότερον ö.: παρ’ ἑτέρου Ρ, ποθ’ ἔτερον Diels 14 τὸ μεῖζον We.: τὸν μείζω Ρ 16 ὅλων] † ἠ Epiph. (Iren.?) ἀνεννόητος wohl aus ἀνεννοήτων Ρ 19 ἐξοιστρήσας Epiph. < ? We. s.)

172
τέρου, ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον.

καὶ τούτου δὲ τὴν τέχνην ὁμοίως ἐν τῇ προειρημένῃ βίβλῳ ἐξεθέμεθα δείξαντες πλεῖστα φάρμακα δυνάμενα αὔξησιν παρασχεῖν ἐπιμιγέντα οὕτως ὑγραῖς οὐσίαις, μάλιστα οἴνῳ κεκερασμένῳ, ὡν ἕν τι φάρμακον ἐν τῷ κενῷ ποτηρίῳ κρύβδην ἔ(μπρ)οσ(θεν) χρίσ(ας), ὡς μηδὲν ἔχον δείξας, ἐπιχέων ἐκ τοῦ σύνεγγ)υς καὶ ἐπαναχέων, ἀναλυομένου τοῦ φαρμάκου ὑπὸ τῆς τοῦ ὑγροῦ μίξεως, ὄντος φυσώδους, πλεονασμὸς τοῦ κεράσματος ἐγίνετο καὶ ἐπὶ τοσοῦτον ηὔξανεν, ἐς ὅσον ἐπαναχυνόμενον ἐκινεῖτο, τοιαύτης οὔσης τῆς τοῦ φαρμάκου φύσεως·

ὃ εἰ ἀπόθοιτό τις πληρωθέν, μετ᾿ οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεκίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῶ μεμελετημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.