Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὁ οὖν ποταμός, φησίν, ὁ ἐκπορευόμενος έξ Ἑδέμ εἰς τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας αἰσθήσεις τοῦ γεννωμένου. ὄρασιν, [ἀκοήν,] ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. γὰρ ὲ́χει μόνας τὰς αὶσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. οὺτος, θηδίν, έστὶν ὁ νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς <αἱ>

δηλοῦσι. τὸ πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. αὕτη γάρ. φησίν, ἐστὶν ἡ ὅρασις. εἰς ἥν όφορίζεται ποταμοῦ σχίσις ἡ μία· έθεάθη γὰρ ἀ κόσμος ἐν ὁράσει. έπιγργαφὴ βιβλίου δευτέρου Ἔζοδος· ἔδει γὰρ τὸ γεννηθέν.

τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν, ἐλθεῖν ἐπὶ τὴν ἔρημον — Ἑρυ- θρὰν δέ λέγει, φασί, τὸ αἶμα — καὶ γεύσασθαι πικρὸν ὔδωρ. πικρὸν γάρ, φηδίν, ἐοτὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἑρυθρὰν θάλασσαν, ὄπερ ἐστπὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν.

στραφὲν δὲ ὑπὸ Μωσέως, τουτέστι τοῦ λόγου, τὸ πικρὸν ἐκεῖνο γίνεται γλυκύ. καὶ ὄτι ταῦθ᾿ οὕτως οὔτως ἕχει, πόντων ἐστὶν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεrόντων·

  • ῥιγῇ μὲν μέλαν <ἔσκε>, γάλακτι δὲ εἴκελον
  • μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ’ ὀρύσσειν
  • ἀνδράσι γε θνητοῖσι· θεοὶ δἐ τε πάντα πάντα δύνανται.