Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἰουστῖνος πάντῃ ἐναντίος τῇ τῶν ἀγίων γραφῶν γενόμενος διδακῇ, προσέτι δὲ καὶ τῇ τῶν Μακαρίων εὐαγγελιστῶν γραφῇ ἢ φωνῇ, ὡς ἐδίδασκεν ὁ λόγος τοὺς μαθητὰς λέγων· »ρὶς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε«, ὅπρ δηλοῖ μὴ προσέχειν τῇ τῶν Μνῶν ματαίᾳ ματαίᾳ οὺτος ἐπὶ τὰ Μνῶν τερατολογούμενα καὶ διδασκόμενα ἀναγαγεῖν πειρᾶται τοὺς ἀκροωμένους, αὐτολεξεὶ τὰ παρ᾿ Ἕλλησι μυθευόμενα διηγούμενος, οὔτε πρότερον διδάξας οὔτε παραδοὺς τὸ τέλειον αὐτοῦ μυστήριον, εἰ μὴ ὅρχῳ δήσῃ τὸν πλανώμενον.

ἔπειτα τοὺς μύθους παραφίησι ψυχαγωγίας χάριν, ὄπως οἱ ἐντυγχάνοντες τῇ τῶν βίβλων ἀναρίθμῳ φλυαρίαι παραμύθιον ἔχωσι τὰ μυθευόμενα — ὂν τρόπον τρόπον τις μακρὰν βαδίζων, παρατυχὼν καταλύματι ἀναπαύθεσθαι δοκεῖ — καὶ οὕτως πάλιν ἐπὶ τὴν τῶν ἀναγνωσμάτων τραπέντες πολυμάθειαν μὴ μισήσωσιν, ἕως ἐπὶ τὸ ὑπ’ αὐτοῦ τεχναζόμενον ἀνόμημα διὰ ἐνηχηθεὶς ὁρμήσωαι τετυφωμένοις· οὓς φρικτοῖς καταδήσας πρότερον ὄρκοις μήτε ἐξειπεῖν μήτε ἀποστῆναι ὁμολουεῖν ἀναγκάσας, οὕτω παραδίδωσι τὰ ὑπ᾿ αὐιοῦ ἐφευρημένα μετὰ ἀσεβείας μυστήρια, πῇ μέν, καθὰ προείπομεν, μύθοις Ἑλληνικοῖς χρησάμενος, πῇ δὲ παραπεποιημένοις βιβλίοις κατά τι παρεμφαίνουσι ταῖς προειρημἐναις αἱ- ρέσεσιν.

οἱ πάντες γὰρ ἐνὶ πνεύματι συνωθούμενοι εἰς ἕνα βυθὸν ἀμόρας συνάγονται, ἄλλοι ἄλλως τὰ αὐτὰ διηγούμενοι καὶ μυθεύοντες, οὑτοι δὲ ἰδίως, οἵ πάντες γνωστικοὺς ἑαυτοὺς ἀποκαλοῦσι, τὴν θαυμασίαν γνῶσιν τοῦ τελείου καὶ ἀγαθοῦ μόνοι κοταπεπωκότες.