Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτ᾿ ἐστὶν ἃ λέγουσι καὶ τοιούτοις παραπλήσια ἐν ἀπείροις συγγράμμασι· πείθουσι δὲ ἐντυγχάνειν τῷ περὶ κράσεως καὶ μίξεως λόγῳ τοὺς μαθητευομένους, ὃς μεμελέτηται πολλοῖς, ἀλλὰ τῷ περιπατητικῷ.

λέγουσιν οὐν οἱ Σαρδιανοὶ τὸν περὶ κρὰσεως καὶ μίξεως λόγον συνεστάναι τῷδε τῷ τρόπῳ· τὴν ἀκτῖνα τὴν φωτεινὴν ἄνωθεν ἐγκεκρᾶσθαι, καὶ τὸν σπινθῆρα τὸν ἐλάχιστον ἐν τοῖς σκοτεινοῖς ὕδασι κάτω καταμεμῖχθαι λεπτῶς καὶ συνηνῶσθαι καὶ γεγονέναι ἐν ἐνὶ φυράματι, ὡς μίαν ὀσμὴν έκ πολλῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων·

καὶ δεῖ τὸν ἐπισήμονα, τῆς ὀσφρήσεως ἔχοντα [*](f. 52r) κριτήριον ἀαγές, ἀπὸ τῆς μιᾶς τοῦ θυμιάματος ὀσμῆς διακρίνειν λεπτῶς ἔκαστον τῶν καταμεμιγμένων μένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων, οἱονεὶ στύρακα καὶ σμύρναν καὶ λίβανον ἢ ἤ εἴ ἄλλο εἴη μεμιγμένον.

χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι λέγοντες καταμεμῖχθαι καὶ χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ὴ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. ὁμοίως όὲ κἂν ἐν ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν όμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίἔεώς τινι τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται. ἤδη δέ τις καὶ ὔδωρ μεμιγμένον οἴνῳ διακρίνει.

οὕτω. φασί, καὶ [κἂν] πάντα τὰ συγκεκραμένα διακρίνεται. καὶ δὴ ἀπὸ τῶν ςῴων, φησί, καταμάνθανε. τελευτήσαντος γὰρ τοῦ δῴου ἕκαστα διακρίνεται, καὶ λυθέντων οὕτω τὸ ζῷον ἀφανίςετοι. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »οὐκ ἦλθον ἠλθον βαλεῖν ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν«· τοῦτ᾿ ἐοτὶ τὸ διχάσαι καὶ χωρίσαι τὰ συγκεκραμένα.

διχάζεται γὰρ καὶ διακρίνεται ἐ̔καστα τῶν συγκεκραμένων οὶκείου χωρίου τυχόντα. ὡς γάρ ἐστι χωρίον συγκράσεως τοῖς ζῴοις [*](7 Vgl. Zeller 111 1 4 646, Alexander im Suppl. Aristot. II 2 (in Β betitelt περὶ κράσεως καὶ μίζεως), zur Terminologie auch Doxographi p. 463, Stoic. fr. II S. 151ff V. Arnim — 8ff vgl. Heraklit Fr. 67 D., Hipp. IX 10,8 — 13 εὐαγές] vgl. A. Dieterich, Kl. Schriften 95 2 — 15 vgl. die den orphischen Hymnen vorgesetzten Opferanweisungen — 24f Matth, 10, 34 μὴ νομίσῃς ὅτι ὄτι βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.) [*](2 Μιανῶν Ρ φοβερὸς Ρ 3 τῷ νοΐ ö.: τὸν ݲ Ρ 6 δς Miller: ὡς Ρ ἄλλοις τε πολλοῖς καὶ Cruice 7 σιθιανοὶ Ρ 12 Zeichen a. Rande, aber keine Note 17 χαλκός Ρ 19 εὑρἐθη falsch als Text von Ρ Miller 20f οἴνῳ διακρίνει ö.: αἰνωδία κρήνη Ρ 21 καὶ > Gö. ἐὰν > Ρ, μμ auch Ζ. 25f. u. S. 124, 15 22 κατεμάνθανε Ρ 23 λυθέντων We.: λυθέντος Ρ, λυθὲν Cruice τὸ zweimal Ρ)

124
ἅπασιν ἔν, οὕτω καὶ τῆς διακρίσεως καθέστηκεν ἴν, ὅ οἶδεν οὐδείς, φησίν, ἢ μόνοι ἠμεῖς, οἱ ἀναγεννώμενοι πνευματικοὶ οὐ σαρκικοί, ὦν ἐστι τὸ πολίτευμα ἐν οὐρανοῖς‘ ἄνω.

οὕτω παρεισδύοντες διαφεθείρουσι τοὺς τοὺς ὁτὲ μὲν ἀποχρώμενοι ῥητοῖς, εἰς ὅ θέλουσι συνάrοντες κακώς τὰ καλῶς εἰρημέναι, φωλεύουσί τε τὸ ἑαυτῶν ἀδίκημα διὰ παραβολῶν ὧν βούλονται.

πάντα οὖν, φησί καθὼς ἔρηται, τὰ συγκεκραμένα ἴχει <χωρ> ίον ἴον καὶ τρέχει πρὸς τὰ οἰκεῖα, σίδηρος <πρὸς> Ἡρακλείαν λλίθον, καὶ τὸ ἄχυρον ἠλέκτρου καὶ τῷ κέντρῳ τοῦ θαλασσίου ἱέρακος τὸ χρυσίον.

οὕτως ἡ τοῦ καταμεμιγμένου τῷ μένου τῷ φωτὸς <ἀκτίς>, οἰκείου χωρίου ἐκ διδαακαλίας καὶ μαθήσεως μεταλαβοῦσα, σπεύδει πρὸς τὸν λόγον τὸν ἄνωθεν ἐλθόντα ἐν εἰκόνι δουλικῇ καὶ γίνεται μετὰ τοῦ τοῦ λόγος ἐκεῖ, ὄπου λόγος ἐστί, μᾶλλον ἢ ὁ σίδηρος πρὸς τὴν Ἡρακλείαν λίθον. καὶ ὅτι ταῦθ' οὕτως ἔχει, φησί, καὶ πάντα διακρίνεται ἐπὶ τῶν οἰκελίων τόπων τὰ συγκεκραμένα, μάνθανε.

φρέαρ ἐστὶ ἐν Πέρσαις ἐν Ἄμπῃ πόλει παρὰ τὸν Τίγριν ποταμόν· ῴκοδόμηται δὲ παρὰ τὸ φρέαρ ἄνω δεξαμενή τις ἔλουσα τρεῖς ἀφετηρία ἀπ’ αὐτῆς. οὖ φρέατος ἀντλήσας κάδδῳ ἀνενέγκας τὸ ἀπὸ τοῦ φρέατος ἀντ\ληθὲν ὅ τι ποτέ ἐστιν, ἔχεεν εἰς τὴν παρακειμένην δεξαμενήν· τὸ τὸ χυθὲν χδυθέν ἐπὶ τὰς ἀφετηρίας ἐν ἑνὶ σκεύει ἀναληφθὲν διακρίνεται, καὶ ἐν μὲν <τῇ

πρώτῃ> ἅλας πηγνύμενον δείκνυται, ἐν ἑτέρα δὲ τῶν ̓φετηριῶν ἄσφαλτος, ἐν δὲ τῇ τρίτῃ ἔλαιον. μέλαν δέ ἐστι τὸ ἔλαιον, ὡς, φησί, καὶ Ηρόδοτος ἱστορεῖ, καὶ ὄσμὴν παρεχόμενον βαρειᾶν· ῤσδινάκην δὲ αὐτὸ οἱ Πέρσαι καλοῦσιν.

ἤρκει, φαοὶν οἱ Καιανοί, πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἡ τοῦ φρέατος ὁμοιότης πάντων μᾶλλον τῶν προειρημένων.