Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτά ἐστιν ἃ λέγουσιν, ὡς δι᾿ ὀλίγου ἔστιν εἰπεῖν, οἱ προστάται τῶν Σηθιανῶν λόγων. ἔστι δὲ ὁ λόγος αὐτῶν συγκείμενος ἐκ φυσικῶν καὶ πρὸς ἕτερα εἰρημένων ῥημάτων, ἃ εἰς τὸν ἵδιον λόγον μετάγοντες διηγοῦνται, καθάπερ εἴπομεν. λέγουοι δὲ καὶ Μωσέα αὐτῶν συναίρεσθαι τῷ λόγῳ, ἐπὰν εἴπῃ »σκότος καὶ γνόφος καὶ θύελλα« — οὗτοι, φησίν, οἱ τρεῖς λόγοι —·

ἢ ὅταν εἴπῃ ἐν παραδείσῳ γεγονέναι τρεῖς, Ἀδὰμ Εὔαν ὄφιν· ἢ ὅτον λέγῃ τρεῖς, Κάϊν Ἄβελ Σήθ, καὶ πάλιν τρεῖς, Σὴμ Χὰμ Ἰάφεθ· ἢ ὅταν λέγῃ τρεῖς πατριάρχας, Ἀβραὰμ Ἰσαὰκ Ἰακώβ· ἢ ὅταν λέγῃ τρεῖς ἡμέρας πρὸ ἡλίου καὶ σελήνης γεγονέναι· ἢ ὅταν λέγῃ τρεῖς νόμους, ἀπαγορευτικὸν ἐφετικὸν διατιμητικόν.

ἀπαγορευτικὸς δὲ ἐστι νόμος· »ἀπὸ παντὸς ζύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ζύλοὺ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ μὴ φάγητε«. ἐν δὲ τῷ λέγειν· »ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἥν ἄν σοι δείξω«, ἐφετικός, φηοίν, οὗτος ὁ νόμος· ἑλομένῳ γὰρ ἔστιν ἐξελθεῖν, μὴ ἑλομένῳ δὲ μένειν. διατιμητικὸς δὲ νομος ἐστὶν ὁ λέγων· »οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέφεις«· διατετίμηται γὰρ ἑκάστου τῶν ἀδικημάτων ζημία.

Ἔστι δὲ αὐτοῖς ἡ πᾶσα πᾶσα διδασκαλία τοῦ λόγου ἀπὸ τῶν παλαιῶν θεολόγων, Μουσαίου καὶ Δίνου καὶ τοῦ τὰς τελετὰς μάλιστα καὶ τὰ μυστήρια καταδείξαντος Ὀρφέως.

ὁ γὰρ περὶ τῆς μήτρας αὐιῶν καὶ τοῦ ὄφεως λόγος καὶ <ὁ> ὀμφαλός, ὅπερ ἐστὶν ἀνδρεία, διαρρήδην οὕτως ἐστὶν ἐν τοῖς Βακχικοῖς τοῦ Ὀρφέως. τετέλεσται δὲ ταῦτα καὶ παραδέδοται ἀνθρώποις πρὸ τῆς Κελεοῦ καὶ Τριπτολέμου καὶ Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐν Ἐλευσῖνι τελετῆς, ἐν Φλιοῦντι [*](1 Phil. 2, 7 — ἐπενδύσασθαι] vgl. II Kor. 5, 2. 4 — 7 Exod. 10, 22 — 8f Gen. 2 — 9 Gen. 4 (Iren. I 7, 5 S.64f Η.; Clem. Exe. 54, 1 S. 124, 27 ff St.) — 10 Gen. 6, 1 — 10 f Exod. 6, 3 — 11 Gen. 1, 5—13, vgl. VI 14, 2—13 Gen. 2, 16. 17 (am Schluß οὐ φάγεσθε) — 15 Gen. 12, 1 — 18 Exod. 20, 13—15; Deut. 5, 17 — 22 θεολόγων] s. Krolls Index zu Proklos In remp. p. 424 — 23f vgl. C. 19, 11) [*](3f πρωτοστάται Miller 5 ἴδιον Gö.: ἀίδιον Ρ 14 φἀγῃ LXX: φαγεῖν P 21 ἀπὸ Gö.: ὑπὸ Ρ 24 ὄφεως Schneidewin (Gött. Nachr. 1852 S. 95); Brink, Mnemos. II 383: ὀρφέως Ρ + ὁ Brink ὁ φαλλός Guigniaut bei Cruice, doch s. C. 19, 11 ἀνδρεία] ἁρμονία Schneidewin a. a. Ο. S. 95, vgl. S. 122, 12 27 φλοιοῦντι Ρ Irrtum des Hipp., Φλυῇ Schneidewin a. a. Ο. S. 97, Φλιοῦντι τῆς Ἀχαΐας Meineke, Vindiciae Strabon. p. 242)

122
τῆς Ἀττικῆς· πρὸ γὰρ τῶν Ἐλευσινίων μυστηρίων ἔστιν ἐν τῇ Φλιοῦντι #x003E; λεγομένης Μεγάλης ὄργια.

ἔστι δὲ παστὰς ἐν αὐτῇ, όὲ τῆς παστάδος ἐγγέγραπται μέχρι σήμερον ἡ τὰ τῶν] πάντων τῶν εἰρῃμένων λόγων ἰδέα. πολλὰ μὲν οὖν ἐστι τὰ ἐπὶ τῆς παστάδος ἐκείνης εγγεγραμμένα, περὶ ὡν Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα δέκα βίβλοις· ἔστι δὲ τοῖς πλείοσι καὶ πρεσβύτης τις ἐγγεγραμμένος πολιὸς πτερωτὸς ἐντεταμένην ἔχων τὴν αἰσχύνην, γυναῖκα ἀποφεύγουσαν διώκων κυνοειδῆ.

ἐπιrέrραπται δὲ ἐπὶ τοῦ Πρεσιqύτου· φάος ῥυέντας, ἐπὶ δὲ τῆς γυναικός· † περεηφικόλα. ἔοικε δὲ εἶναι κατὰ τὸν Σηθιανῶν λόγον ὁ φάος φάος τ·ὸ φῶς, τὸ σκοτεινὸν ὕδωρ όὲ ὴ φικόλα, τὸ όὲ ἐν μέσῳ τούτων διάστημα ἁρμονία πνεύματος μεταξὺ τεταγμένου. τὸ δὲ ὄνομα τοῦ φάος ῥυέντου τὴν ῥύσιν ἄνωθεν τοῦ φωτός, ὡς λέγουσι, δηλοῖ κάτω.

ὥστε εὐλόγως ἄν τις εἰποι τοὺς Σηθιανοὺς ἐγγύς που τελεῖν παῥ αὐτπῖς τὰ τῆς Μεγάλης † Φλοιᾶς ἰονόργια. τῇ δὲ διαιρέσει τῇ τριχῇ τριχῇ μαρτυρεῖν ἔοικε καὶ ὁ ποιητὴς λέγων·

  • τριχθὰ δὲ πάντα δέδασται, ἕκαστα δ᾿ ἔμμορε τιμῆς·
  • τουτέστι τῶν τριχῆ διῃρημένων ἕκαστον εἴληφε δύναμιν.

    καὶ τὸ ὕδωρ δὲ τὸ ὑποκείμενον κάτω σκοτεινὸν ὅτι δέδυκε τὸ φῶς, καὶ ἀνακομίσασθαι καὶ λαβεῖν ἄνωθεν δεῖ τὸν κατενηνεγμένον σπινθῆρα ἀπ᾿ αὐτοῦ, οὕτως ἐοίκασιν οἱ πάνσοφοι Σαρδιανοὶ παρ’ ῾Ομήρου λαβόντες λέγειν·

  • ἴστω γὰρ — φησί — τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
  • καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὃς τε μέγιστος
  • ὅρχος δεινότατός τε πέλει μακάρεσσι θεθῖσι·
  • [*](1f. 15 Paus. I 31, 4 Φλιεῦσι δἐ εἰσι . . . βωμοὶ . . . Γῆς, ἤν Μεγάλην θεὸν ὀνομάξουσι — 6 der sog. Lampriaskatalog, ed. Μ. Treu, Waidenburg 1873 S. 8, 43 εἰς ᾿Εμπεδοκλέα βιβλία ί. Unsere Stelle fehlt in ᾿ Plutarch Bd. VII — 17 Homer Ο 189 vgl. o. V 8, 3 — 23 Homer Ο —38 ε 185. 186) vgl. ο. V 16,3)[*](1 1f φλοιοῖντι Ρ, Φλυὲων Diels 2 + τῆς ö. λεγομένης Μεγάλης ὄργια Gö. s. Testimonia: λεγομένη μεγαληγορία Ρ 3 ἐγκαταγέγραπται Ρ τὰ τῶν > Miller (oder τούτων? We.) 5 ταῖς] τοῖς Ρ 6 δὲ δ’ ἐν Miller ταῖς παστάσι We. πυλεῶσι? Miller, κείοσι Μααß, Orpheus S. 302 7 ἐ̣γκεγραμμένος Ρ κεντρωτὸς Ρ 8 κυανοειδῆ ö. 9 Φάνης ῥυείς Brink, ebenso Ζ. 10 10; φάνης ἐριέντης? Μααß S. 303 Περσεφόνη Φλυά Brink, ebenso Ζ. 11; ἐριέντου κόρη? ß 10 σιθιανῶν Ρ 11 τὸ δὲ σκοτεινὸν ὕδωρ ö. 12f Φάνητος ῥυέντος Brink 13 13 πρὸς #x003E; κάτω Brink, doch s. S. 88, 14 14 πλινθιακοὺς Ρ 15 Φλιασίων Scott und Meineke, Φλιασίας ὄργια Bunsen (Hipp, and his age2 I 347, deutsch 1 31), Φλυῆσιν Φλυᾶσιν Diels) ὄργια ö. 17 ἕχαστος Homer 19 Ε; Miller 21 σιθιανοὶ p)
    123
    τουτέστιν ἀποτρόπαιόν τι καὶ φρικτὸν οἱ θεοὶ καθ’ Ὅμηρον εἰναι τὸ ὕδωρ νομίξουσιν, ὅπερ ὁ λόγος τῶν Σηθιανῶν φοβερὸν εἶναί φησι τω νοι.