Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οὕτως καὶ ταῦτα οὐκ ἄξια τοσούτου πόνου δείκνυται τοῖς εὖ φρονεῖν προῃρημένοις καὶ μὴ προσέχουσι τῇ τῶν Χαλδαίων ἐμφυσιώσει, οἳ καὶ βασιλεῖς ἐξαφανίζουσι δειλίαν καταρτίζοντες καὶ ἰδιώτας παραθαρρύνουσι μεγάλα τολμᾶν.

εἰ δὲ ἀποτύχοι αὐτὸς κακῷ περιπαρείς, οὐ πᾶσι γίνεται διδάσκαλος ὁ βλαβείς· οὓς φρεναπατᾶν βουλόμενοι ἐν τοῖς ἀποτεύγμασιν εἰς ἄπειρον τὸν νοῦν αὐτῶν συνωθοῦντες λέγουσιν οὐκ ἄλλως ἐπὶ τὸ αὐτὸ δύνασθαι τὸν <συ>σχηματισμὸν τῶν αὐτῶν ἀστέρων γίνεσθαι ἢ διὰ τῆς ἀποκαταστάσεως τοῦ μεγάλου ἐνιαυτοῦ, δι᾿ ἑπτακισχιλίων ἐτῶν καὶ ἑπτακοσίων ἑβδομήκοντα καὶ ἑπτά. πῶς οὖν φθάσει ἀνθρωπίνη παρατήρησις τοῖς τοσούτοις αἰῶσι συνδρα- [*](3—7 Sest. § 95 Μ. 96 Α. — 7—9 Sext. § 102 — 9—15 Sext. § 97 Μ. 98 14 Arat, Phaen. 56. 57 — 22-S. 40, 1 Sext. § 105) [*](1 τὸν ἕνα Sext.: τὴν Ρ εἵμαρται Sext.: εἵμαρτο Ρ 6 τετανόθριξ] + χαροπὸς Sext. λευκόχρους Ρ 7 μᾶλλον ἢ σπουδῆς ἐστιν ἄξια Sext. 8 δώσει] + εἶναι Gö. (Sext. ἐπεὶ δώσουσιν Αἰθίοπα λευκὸν εἶναι καὶ χαροπὸν καὶ τετανότριχα) 9 λευκὸν <εἶναι> We. 10 + τὰ Miller (τὰ τοιαῦτα τῶν ὀνομάτων Sext.. ἐπίκλησιν τοῖς Miller: ἐπὶ κλητοῖς Ρ 12 ὅμοιον ἔχουσιν ~ Sext. ἄρκτῳ οἱ Sext.: ἄρκτου Ρ 13 κεφαλῇ οἱ Sext.: κεφἄ Ρ οἱ πέντε, ἐφ᾿ ὧν φησιν ὁ Ἄρατος Sext. 15 ἐσχατιὴν Arat Sext.: ἐσχάτη Ρ 16 οὕτως Miller: πῶς Ρ 18 δειλίαν] ἄδειαν Cruize 20 ἐν > irrtümlich Miller 21 συνωθοῦντα Ρ 22 οὐ καλώς gibt Miller falsch als Text von Ρ σχηματισμὸν Ρ Sext. (verb. Bekker) 24 δι᾿ ἐννεκακισχιλίων ἐνακοσίων καὶ ἑβδομήκοντα καὶ ἑπτὰ ἐτῶν Sext. 25 τήρησις Sext.)

40
μεῖν ἐπὶ μιᾶς γενέσεως;

καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις * * οίμαι παρέλιπε] πλειόνων ἐληλέγχθαι τὴν Χαλδαϊκὴν τέχνην ἔδει, καίτοι δι’ ἕτερα αὐτῆς ἡμῶν μνησθέντων, οὐχὶ ἰδίως δι᾿ αὐτήν.

ἀλλ᾿ ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ’ ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρέσεων πανουργίαν, ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες, οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιρπονίαν, ἄλλου ἄλλως διαψευσαμένους καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅΠως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσι.

οὑτοι κύκλους καὶ μέτρα τρίγωνά τε καὶ τετράγωνα διπλάσιά τε καὶ τριπλάσια ὑποτίθενται· πολὺς δὲ ὁ περὶ τούτου λόγος. ἀλλ’ οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.