Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πολέας φησὶν εἶναι τοὺς κατὰ τὸν οὐρανὸν ἀστέρας, τουτέστι στρεπτούς, διὰ τὸ περιέρχεσθαι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ δύσεως εἰς ἀνατολὴν ἀπαύστως σφαιροειδεῖ σχήματι. εἱλεῖσθαι δὲ κατὰ τὰς ἄρκτους αὐτὰς λέγει οἷόν τι ποταμοῦ ῥεῦμα »μέγα θαῦμα« Δράκοντος πελώρου καὶ τοῦτ’ εἶναι ὅ, φησίν, ἐν τῷ Ἰὼβ πρὸς τὸν #x003E; διάβολος ἔφη·

»ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν καὶ περιελθών‘, τοῦτ’ ἔστι περιστραφεὶς καὶ περισκοπήσας τὰ γινόμενα· τετάχθαι γὰρ νομίζουσι κατὰ τὸν ἀρκτικὸν πόλον τὸν Δράκοντα, τὸν ὄφιν, ἀπὸ τοῦ ὑψηλοτάτου πόλου πάντα ἐπιβλέποντα καὶ πάντα ἐφορῶντα, ἵνα μηδὲν τῶν πραττομένων αὐτὸν λάθῃ·

πάντων γὰρ δυνόντων τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων μόνος οὑτος ὁ πόλος οὐδέποτε δύνει, ἀλλὰ ἄνω ὑπὲρ τὸν ὁρίζοντα ἐρχόμενος πάντα περισκοπεῖ καὶ ἐπιβλέπει καὶ λαθεῖν αὐτὸν τῶν πραττομένων, φησί, δύναται οὐδέν.

  • ἧχι μάλιστα
  • μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσι,
  • τετάχθαι δή φησιν αὐτοῦ τὴν κεφαλήν.

    κατὰ γὰρ τὴν δύσιν καὶ ἀνατολὴν τῶν δύο ἡμισφαιρίων κεῖται τὸ κεφάλαιον τοῦ Δράκοντος, ἴνα, φησί, μηδὲν αὐτὸν λάθῃ κατὰ τὸ αὐτὸ μήτε τῶν ἐν τῇ δύσει μήτε τῶν ἐν τῇ ἀνατολῇ, ἀλλὰ πάντα γινώσκῃ τὸ θηρίον ὁμοῦ. [*](7–9 vgl. V 8, 34 — 9f Arat V. τὰς δὲ δι’ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρώξ εἰλεῖται, μέγα θαῦμα, Δράκων . . . . — 12 lob 1, 7 περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι — 20 Arat V. 61. 62 γείνου που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι κτλ.) [*](1 ἄλυδις Ρ 4 μετανείσεται, verb. in μετανίσσεται Ρ 5 αἱ ἐνάρηρεν Ρ 6 αὐτὸς (nicht αὐτὸν) Ρ 7 φασὶν Ρ 8 <ἀπὸ> δύσεως Miller 11 τὸν We.: τὸν Ρ, θεὸν Gö. 11f διάβολος Gö.: διάβολον ὡς Ρ, <ὁ> 17 κατὰ τῶν οὐρανῶν V 20 ἧχί περ ἄκραι Arat 21 σμίγονται Ρ δύσεις Ρ ἀλλήλοισι Ρ 22 δὴ Gö.: δὲ P, τῇδε Miller 24 κατὰ τοῦτο Diels 25 νώσκει Ρ)

    70
    ἔστι δὲ κατ’ αὐτῆς τῆς κεφαλῆς τοῦ Δράκοντος ἰδέα ἀνθρώπου διὰ ἄστρων θεωρουμένη, ὃ καλεῖ κεκμηκὸς εἴδωλον« ὁ Ἄρατος καὶ »μογέοντι ἐοικός‘· καλεῖται δὲ ὁ Ἐν γόνασιν.

    ὁ μὲν οὖν Ἄρατος οὐκ εἰδέναι φησίν, οὗτος τίς ἐστιν ὁ πόνος καὶ τὸ θαῦμα τοῦτο στρεφόμενον ἐν οὐρανῷ· οἱ δὲ διὰ τῆς τῶν ἄστρων ἱστορίας αἱρετικοὶ θέλοντες τὰ ἑαυτῶν δόγματα συνιστᾶν, περιεργότερον τούτοις ἐπισχόντες, τὸν Ἐν γόνασί φασιν εἶναι τὸν Ἀδάμ, κατὰ πρόσταγμα, φησίν, τοῦ θεοῦ, καθὼς εἶπε Μωσῆς. φυλάσσοντα τὴν κεφαλὴν τοῦ Δράκοντος καὶ τὸν Δράκοντα τὴν πτέρναν αὐτοῦ. οὕτως γάρ φησιν ὁ Ἄρατος· δεξιτεροῦ ποδὸς ἴχνος ἔχων σκολιοῖο Δράκοντος.