Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἱκανῶς οὖν τὰ δόμαντα ἐκθέμενοι λοιπὸν ἐπὶ τὴν τοῦ προκειμένου πραγματείαν χωρήσωμεν, ὅπως ὃ τετάγμεθα περὶ τῶν αἱρέσεων ἐπιδείξαντες ἐκάστοις τε τὰ ἴδια ἀποδοῦναι ἀναγκάσαντες γυμνοὺς τοὺς αἱρεσιάρχας φανερώσομεν καὶ ἀφροσύνην τῶν πειθομένων κατηγορήσαντες πείσομεν παλινδρομεῖν ἐπὶ τὸν τῆς ἀληθείας εὔδιον λιμένα.

ἵνα δὲ σαφέστερα τοῖς ἐντυγχάνουσι τὰ ῥηθησόμενα φανῇ, δοκεῖ καὶ τὰ Ἀράτῳ πεφροντισμένα περὶ τῆς κατὰ τῶν οὐρανίων ἄστρων διαθέσεως ἐξειπεῖν, ὥς τινες εἰς τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα ἀπεικονίζοντες αὐτὰ ἀλληγοροῦσι, μετάγειν τὸν νοῦν τῶν προσεχόντων πειρώμενοι, Μανοῖς λόγοις προσάγοντες αὐτοὺς πρὸς ἃ βούλονται, ξένον θαῦμα ἐνδεικνύμενοι ὡς κατηστερισμένων τῶν ὑπ’ αὐτῶν λεγομένων·

οἳ τῷ παραξένῳ θαύματι ἐνορῶντες μικροθαύμαστοι ἁλίσκονται δίκην ὀρνέου τοῦ λεγομένου ὤτου, οὑ τὸ παράδειγμα καλὸν ἐξειπεῖν διὰ τὰ μέλλοντα. ἔστι δὲ τὸ ζῷον οὐ πολὺ ἀπεμφαῖνον ἀετοῦ οὔτε μεγέθει οὔτε μορφῇ, ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον·

ὁ ἀγρευτὴς τῶν ὀρνίθων ἐπὰν ἴδῃ ἀγέλην που καταπτᾶσαν, πόρρωθεν ἀνακρούμενος τὰς χεῖρας ὀρχεῖσθαι σκήπτεται, καὶ οὕτω πρὸς ὀλίγον ἐγγίζει τοῖς ὄρνισιν· οἱ δὲ τὴν παράξενον θέαν καταπεπληγότες ἀπερίβλεπτοι πάντων γίνονται. ἕτεροι δὲ τῶν ἐπὶ τὴν ἄγραν παρεσκευασμένων ὄπισθεν ἐπελθόντες τοὺς ὄρνεις εὐκόλως συλλαμβάνονται θεωμένους τὸν ὀρχηστήν.

διὸ ἀξιῶ μή τις τοῖς ὁμοίοις θαύμασι καταπλαγεὶς ἐξηγουμένων τὸν οὐρανὸν δίκην ὤτου συλληφθῇ· ὄρχησις γὰρ καὶ λῆρος ἡ τῶν τοιούτων πανουργία καὶ οὐκ ἀλήθεια.

φησὶν οὗν ὁ Ἄρατος οὕτως·

[*](26ff vgl. Athenaeus 390 D–391 —34 Arat V. 19—23)[*](1 δοξάζοντας ö.: δοξάζειν 8 οὔθ᾿ — οὔθ᾿ Gö.: οὐδ’ — οὐδ’ Ρ 17 We.: τῶ Ρ, τὰ τῷ Miller κατὰ > ? We, 17f κατὰ τὸν οὐρανὸν Cruice, vgl, S. 69, 17 19 μετάγειν (nicht μετὰ) Ρ 27 κατὰ πᾶσαν, τ ügt Ρ 30 παρασκευασμένων Ρ 32 ἐξηγούμενον Ρ 33 ὀρχησία Ρ 34 ἀλη Ρ (ἀληθὴς falsch Miller) vgl. S. 74, 7)
69
  • οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
  • οὐρανῷ ἕλκονται πάντ᾿ ἤματα συνεχὲς αἰεί
  • — τοῦτ᾿ ἔστιν οἱ πάντες ἀστέρες —
  • αὐτὰρ ὅ γ’ οὐδ᾿ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ᾿ αὕτως
  • ἄζων αἰὲν ἄρηρεν, ἔχει δ᾿ ἀτάλαντον ἁπάντῃ
  • μεσσηγὺς γαῖαν, περὶ δ᾿ οὐρανὸν αὐτὸς ἀγινεῖ.