Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τῇ οὖν μονάδι ἀγαθοποιῷ οὔσῃ * * εἰς τὸν ἀπεριζυγον ἀριθμὸν [*](1f. 20r) λήγοντα ὀνόματα ἀνωφερῆ ἀγαθοποιὰ εἶναι παρατηρούμενοι λέγουσι· τὰ δὲ εἰς τὸν ἄρτιον ἀριθμὸν λήγοντα κατωφερῆ τε καὶ θηλυκὰ καὶ κακοποιὰ εἶναι νενόμισται. τὴν γὰρ φύσιν ἐξ ἐναντίων συνισταμένην λέγουσιν ἐκ τε καλοῦ καὶ κακοῦ, ὥσπερ δεξιὸν καὶ ἀριστερόν, φῶς καὶ σκότος, νὺξ καὶ ἡμέρα ζωὴ καὶ θάνατος.

ἔτι δὲ καὶ τοῦτο λέγουσιν ὡσεὶ † τὸ θεὸς ψηφίσας καὶ μὴν εἰς πεντάδα εἰς ἐννάδα] καταντᾷ· ὅ ἐστιν <ἀν>άρτιον, ὃ ἐπιγραφὲν περιάψαντες οὑτωσὶ καὶ βοτάνη τις εἰς τοῦτο λήγουσα τοῦ ἀριθμοῦ ὁμοίως περιαφθεῖσα ἐνεργεῖ διὰ τὴν ὁμοίαν τοῦ ἀριθμοῦ ψῆφον.

ἀλλὰ καὶ ἰατρὸς ὁμοίᾳ ψήφῳ ἀρρώστους θεραπεύει· εἰ δὲ ἐ·ναντία ἡ ψῆφος, οὐ θεραπεύει ῥᾳδίως. τούτοις τοῖς ἀριθμοῖς προσέχοντες ὅσα ὅμοια ᾖ λογίζονται κατὰ τόνδε τὸν νοῦν, οἱ μὲν κατὰ φωνήεντα μόνα, οἱ δὲ κατὰ πάντα τὸν ἀριθμόν τοιαύτη καὶ ἡ Αἰγυπτίων σοφία, δι᾿ ἧς τὸ θεῖον δοξάζοντες γινώσκειν νομίζουσιν.