Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλλ᾿ οὐδὲ τὴν λεκανομαντείαν αὐτῶν οὖσαν πανούργημα σιωπήσομαι. οἴκημα γάρ τι κεκλεισμένον σκευάσαντες καὶ κυάνῳ τὸν ὄροφον χρίσαντες εἰς δὴ τὸ † παρὸν ἐπάγονται σκεύη τινὰ κυάνεα καὶ ἀνατείνουσι, μέση δὲ λεκάνη κατὰ τῆς γῆς ὕδατος μεστὴ τίθεται, ἣ τὴν ἀντανάκλασιν τῆς κυάνου προσπεσοῦσαν δίκην οὐρανοῦ ἐνδείκνυσιν.

ἔχει δὲ καὶ στόμιόν τι τὸ ἔδαφος λεληθός, ᾧ ἐπικειμένη ἡ λεκάνη τὸν μὲν πυθμένα ἔχει ὑαλοῦν, αὐτὴ δέ ἐστι πετρίνη· ὕπεστι δὲ οἶκος λεληθώς, εἰς ὂν συμπορευόμενοι οἱ συμπαικται σχήματα ὧν ἂν βούληται δεινύναι ὁ μάγος θεῶν καὶ δαιμόνων ἐνδυσάμενοι ἐμφαίνουσιν, οὓς Μορῶν ὁ πλανώμενος τὸ πανούργημα καταπέπληγε τῶν μάγων καὶ λοιπὸν πάντα πιστεύει τὰ ὑπ᾿ αὐτοῦ ῥηθησόμενα.

Δαίμονα δὲ ποιεῖ καίεσθαι, ἐν τοίχῳ διατυπώσας σχῆμα ὃ βούλεται, εἶτα λαθραίως ἐπιχρίει φαρμάκῳ μεμιγένῳ τῷδε τῷ τρόπῳ, λακωνικῷ καὶ ἀσφάλτῳ ζακυνθίᾳ· εἶτα ὡς ἀποφοιβάζων βάζων τὴν λαμπάδα προσφέρει τῷ τοίχῳ, τὸ δὲ φάρμακον ἐκλάμψαν καίεται.

Ἑκάτην δὲ δοκεῖν ἔμπυρον διατρέχειν έν ἀέρι οὕτω τεχνάζεται· συμπαίκτην τινὰ κρύψας ἐν τόπῳ ᾦ βούλεται, παραλαβὼν τοὺς πλανωμένους πείθει λέγων δείξειν διιππεύουσαν δι’ ἀέρος ἔμπυρον τὴν δαίμονα· οἷς παραγγέλλει τὰς ὄψεις ταχὺ φυλάσσεσθαι ἡνίκα ἴδωσιν έν ἀέρι τὴν φλόγα, καλυψαμένους τε ἐπὶ πρόσωπον πίπτειν, ἕως αὐτὸς καλεῖ, καὶ ταῦτα διδάξας ἐν ἀσελήνῳ νυκτὶ δι’ ἐπῶν οὕτως φθέγγεται· [*](1 ὤκνουν Miller: οὐκ ἂν Ρ 2 κατατάξαιεν τῆ Ρ ὀρρωδῶν? We., ἐννοῶν Diels 7 προμηνυθέντα We. (7 Lettern unleserlich): προδιδαχθέντα ö. 8 ταύτῃ ö.: αὕτη Ρ περὶ τοῦ ἀδιάλυτον τὴν σφραγῖδα μένειν a. Rande Ρ 8 ἕνα — 9 σφραγιζέτω setzt auf Ζ. 1 vor ταύτας hinauf oder > Cruize 11 περὶ λεκανομαντείας rot a. Rande Ρ (nicht ἱκαν.) κυάνῳ Miller: κυανῶ Ρ 12 δὴ Gö.: δὲ Ρ τὸ ὑπερῷον We., τὸ φανερὸν Cruize 13 ὕδ. μέση Ρ 14 τοῦ κυανοῦ Ga. 16 ὑαλοῦν Ga.: ὑάλου Ρ αὕτη Ρ πετρίνη Miller: πρηνὴς Ρ ὕπεστι Gö.: ὑπέστη Ρ 20 αὐτῶν? We. 21 περὶ φαντασίας δαιμόνων rot a. Rande Ρ, 2124 nach Ga. Erklärung der Asklepios- Erscheinung C. 32 22 nach τρόπῳ Miller 24 περὶ ἑκάτης a. Rande Ρ 27 δι᾿ ἱσπεύουσαν Ρ 30 καλῇ Miller)

62

  • νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ,
  • εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτεροφοῖτι,
  • ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη.
  • χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ
  • ἀν νέκυας στείχουσα κατ᾿ ἠρία τεθνηώτων,
  • αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα,
  • Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε,
  • ἔλθοις εὐάντητος ἐφ’ ἡμετέρῃσι θυηλαῖς.