Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ, † ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθεμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως·

δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν αχρηστοι.