Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐν Ζυγῷ τύπος· τριχὶ λεπτῇ προαλεῖ, ὑποπύρρῳ, ὑπομήκει μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς συντεθειμέναις, ὀφθαλμοῖς καλοῖςκόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ.

οἱ αὐτοὶ φύσεως· νοοῦντες, Μὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, καπιαταί, πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι, νοήσει ἀληθεῖς, ἐλευθερόλγωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς, ψεῦσται, συνήθεις, ἀμελεῖς· τούτοις οὐκ ἐμοποιεῖ ἀδίκως ποιῆσαι μέρος. εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.