Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οἱ δὲ έν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ. μετώπῳ πλατεῖ * τετραγώνοις ὀφθαλμοῖς καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί, αἱματώδεις, βλεφάροις μακροῖς παχέσιν ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι. τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν.

οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταὶ ἀπὸ ἐτῶν ݲ ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἐαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς, εἰς φιλίαν ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.