Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἕτεροι δέ τινες ὡς καινόν τι παρεισάγοντες ἐκ πασῶν αἱρέσεων ἐρανισάμενοι. ξένην βίβλον σκευάσαντες Ἠλχασαΐ ἐπονομαζομένην, οὗτοι τὰς μὲν ἀρχὰς τοῦ παντὸς ὁμοίως ὁμολογοῦσιν ὑπὸ τοῦ θεοῦ γεγονέναι.

Χριστὸν δὲ δὲ ἕνα οὐχ ὁμολογοῦσιν, ἀλλ’ εἶναι τὸν μὲν ἂνω ἕνα, αὐτὸν δὲ μεταγγιζόμενον ἐν σώμασι πολλοῖς πολλάκις καὶ νῦν δὲ ἐν τῷ Ἰησοῦ, ὁμοίως (π)οτὲ μὲν ἐκ τοῦ θεοῦ γεγενῆσθαι, ποτὲ δὲ πνεῦμα γεγονέναι, ποτὲ δὲ ἐκ παρθένου, ποτὲ δὲ οἱ· καὶ τοῦτον δὲ μετέπειτα ἀεὶ ἐν σώμασι μεταγγίζεσθαι καὶ ἐν πολλοῖς κατὰ καιροὺς δείκνυσθαι.

χρῶνται δὲ ἐπα(οι)δαῖς καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. σεσόβηνται δὲ περὶ (ἀστρ)ολογίαν καὶ μαθηματικὴν καὶ μαγικήν. προγνωστικοὺς δὲ λέγουσιν.

[*](4—6 vgl. S. 236, 12—14 (s. dort Theodoret) — 7—18 vgl. S. 20—253, 3 — 9—18 benutzt Theodoret III 7: οἱ δὲ Ἐλκεσαῖοι . . . αἱρέσεων μύθους ἐρανισάμενοι τὴν οἰκείαν συντεθείκασι πλάνην. καὶ περὶ μὲν τὴν τῶν ὅλων ἀρχὴν συμφωνοῦσιν ἡμῖν· ἔνα γὰρ ἀγέννητον λέγουσι καὶ τοῦτον τῶν ἁπάντων καλοῦσι δημιουργόν. Χριστὸν δὲ οὐχ· ἔνα λέγουσιν, ἀλλὰ τὸν μὲν ἄνω, τὸν δὲ κάτω· καὶ τοῦτον πάλαι πολλοῖς ἐνῳκηκέναι, ὕστερον δὲ κατεληλυθέναι. τὸν δὲ Ἰησοῦν ποτὲ μὲν ἐκ τοῦ θεοῦ εἶναί φησι, ποτὲ δὲ πνεῦμα καλεῖ, ποτὲ δὲ παρθένον ἐσχηκέναι μητέρα· ἐν ἄλλοις δὲ συγγράμμασιν οὐδὲ τοῦτο. καὶ τοῦτον δὲ πάλιν μετενσωματοῦσθαι καὶ εἰς ἄλλα ἰέναι σώματα λέγει καὶ καθ᾿ ἕκαστον καιρὸν διαφόρως δείκνυσθαι. ἐπῳδαῖς δὲ καὶ δαιμόνων ἐπικλήσεσι καὶ οὖτοι κέχρηνται καὶ βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. ἀστρολογίαν δὲ καὶ μαγικὴν καὶ μαθηματικὴν ἠσπάζοντο πλάνην καὶ προγνωστικοὺς ἑαυτοὺς προσηγόρευον Fortsetzung aus Eus. KG VI 38 — 16 bezieht sich nach Brandt, Elchesai, Lpz. 1912 S. 15 nicht auf die in H, sondern auf die von Epiph. XIX 1 S. 325. 10. 6 S. 330, 8 Dind. erwähnten)[*](1 νοητῶ Ρ 1f περιρηγ(νύ)μενος Ρ 6 γενόμενα, Spatium von 2 Buchet, hinter γε Ρ: γινόμενα Η 7 Titel ἠλχασαΐται rot Ρ 17 μαγικήν (Theodoret): μαγικοῖς Ρ, μαγικοῖς <προσέχουσι> Cruice 18 nach Volkraar S. 40. 53 folgt zunächst der zu S. 251, 9 citierte Satz des Theodoret, in Th.s Exemplar; aber hinter λέγουσιν zwei Kreuze P, der Rest der Zeile ist leer, also fehlt von diesem Abschnitt nichts.)
285