Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν, ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν καὶ οὕτως ἕως νῦν ἐπὶ τοὺς διαδόχους διαμείνασαν, λέγων ἕνα τὸν πατέρα καὶ θεὸν τῶν ὅλων· τοῦτον πάντα πεποιηκότα ἀφανῆ μὲν τοῖς οὖσι γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε·

καὶ τοῦτον εἶναι ἀόρατον, ὅταν μὴ ὁρᾶται, ὁρατὸν ὅταν ὅταν ὁρᾶται· ἀγέννητον δέ, ὅταν μὴ γεννᾶται, γεννητὸν δέ, ὅταν γεννᾶται ἐκ παρθένου· ἀπαθῆ καὶ ἀθάνατον, ὅταν μὴ πάσχῃ μήτε θνῄσκῃ· ἐπὰν δὲ πάθει προσέλθῃ, πάσχειν καὶ θνῄσκειν. τοῦτον τὸν πατέρα αὐτὸν υἱὸν νομίζουσι κατὰ καιροὺς καλούμενον πρὸς τὰ συμβαίνοντα.

Τούτων τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος, οὗ τὸν βίον ἐκτεθείμεθα ἀσφαλῶς, ὃς καὶ αὐτὸς αἵρεσιν ἀπεγέννησεν· ἐξ ὡν ἀφορμὰς λαβὼν καὶ αὐτὸς ὁμολογῶν ἕνα εἶναι τὸν πατέρα καὶ θεὸν τοῦτον δημιουργὸν τοῦ παντός, τοῦτον δὲ εἶναι υἱὸν ὀνόματι μὲν λεγόμενον καὶ ὀνομαζόμενον, οὐσίᾳ <ἓν> εἶναι <πνεῦμα>· πνεῦμα ὁ θεὸς οὐχ ἕτερόν ἐστι παρὰ τὸν λόγον ἢ ὁ λόγος παρὰ τὸν θεόν.

ἓν οὖν τοῦτο πρόσωπον, ὀνόματι μὲν μεριζόμενον, οὐσίᾳ δὲ οὔ. τοῦτον τὸν λόγον ἴνα εἶναι θεὸν ὀνομάζει καὶ σεσαρκῶσθαι λέγει. καὶ τὸν μὲν κατὰ σάρκα ὁρώμενον καὶ κρατούμενον υἱὸν εἶναι θέλει, [*](1—4 vgl. S. 240, 16—20. 26 — 1—13 Theodoret III 3 ὁ μὲν ἦν τὸ γένος, ἀνενεώσατο δὲ τὴν αἵρεσιν, ἣν Ἐπίγονος μέν τις οὕτω καλούμενος ἀπεκύησε πρῶτος, Κλεομένης δὲ παραλαβὼν ἐβεβαίωσε (das Mißverständnis, durch das Th. die Schüler des Noetos zu Vorgängern sich nur aus unserer Stelle, nicht aus H) . . . . ἔνα φασὶν εἶναι θεὸν καὶ πατέρα τῶν ὅλων δημιουργόν· ἀφανῆ μὲν ὅταν ἐθέλῃ, φαινόμενον δὲ ἡνίκα ἂν βούληται· καὶ τὸν αὐτὸν ἀόρατον εἶναι καὶ δρώμενον καὶ γεννητὸν καὶ ἀγέννητον, ἀγέννητον μὲν ἐξ ἀρχῆς, γεννητὸν δὲ ὅτε ἐκ παρθένου γεννηθῆναι ἠθέλησε ἀπαθῆ καὶ ἀθά- νατον καὶ πάλιν αὖ παθητὸν καὶ θνητόν. ἀπαθὴς γὰρ ὤν, φησί, τὸ τοῦ σταυροῦ πάθος ἐθελήσας ὑπέμεινε. τοῦτον καὶ υἱὸν ὀνομάζουσι καὶ πατέρα, πρὸς τὰς χρείας τοῦτο κἀκεῖνο καλούμενον . . . . ταίτης (d. h. τῆς αἱρέσεως) ὑπερήσπισε Κάλλιστος . . . . — 4—11 vgl. S. 244, 12—245, 2 — 15— S. 284, 3) [*](1 statt Titel Lücke von 9 Buchst. Ρ 4 θεὸν 〈τὸν δημιουργὸν> Ζ. 14f und Theodoret 6 ὅταν We.: ὅτε Ρ 9 ὅταν Sauppe: ὅτε Ρ μήτε] μηδὲ We. πά θ Ρ (πάθη Miller) 10 αὐτὸν <καὶ> Sauppe, αὐτὸν S. Η 13 ἀσφαλῶς] σαφῶς? Miller 14 τοῦτον] τὸν Sauppe, s. zu Ζ. 4 15 τοῦτον] τὸν αὐτὸν We., größere Lücke Gö. nach Η 16 + ἓν Η Η Gö. 17 θεὸς <ὢν> Holl 20 καὶ σταυρούμενον Scott θέλεεν P)

284
τὸν δὲ ἐνοικοῦντα πατέρα, ποτὲ μὲν τῷ Νοητοῦ δόγματι περιρρη- γ(νύ)μενος, ποτὲ δὲ τῷ Θεοδότου, μηδὲν ἀσφαλὲς κρατῶν. ταῦτα τοίνυν Κάλλιστος.