Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἰουστῖνος δὲ καὶ αὐτὸς ὅμοια τούτοις τολμῶν οὕτως λέγει· τρεῖς εἶναι ἀρχὰς τῶν ὅλων ἀγεννήτους, ἀρρενικὰς δύο, θηλυκὴν μίαν. τῶν δὲ ἀρρενικῶν ἡ μέν τις ἀρχὴ καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτω λεγόμενος, προγνώστης τῶν ὅλων· ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος καὶ ἄγνωστος καὶ ἀόρατος, Ἐλωεὶμ δὲ καλεῖται, φησίν.

ἡ <δὲ> θήλεια ἀπρόγνωστος, ὀργίλη, δισώματος, καθὼς ἐν τοῖς περὶ αὐτοῦ λόγοις λεπτομερῶς διηγησάμεθα· τὰ μὲν ἄνω αὐτῆς μέχρι βουβῶνος εἶναι παρθένον, ἀπὸ δὲ βουβῶνος τὰ κάτω ἔχιδναν. καλεῖται δὲ ἡ τοιαύτη Ἐδὲμ καὶ Ἰσραήλ. ταύτας φάσκει ἀρχὰς εἶναι τῶν ὅλων, ἀφ᾿ ὧν τὰ πάντα ἐγένετο.

τὸν Ἐλωεὶμ δὲ ἀπρογνώστως ἐλθεῖν εἰς ἐπιθυμίαν τῆς μιξοπαρθένου, καὶ ἐπιμιγέντα γεννῆσαι ἀγγέλους δώδεκα. τούτων τὰ ὀνόματα * * · καὶ οἱ μὲν πατρικοὶ <τῷ πατρὶ> συναίρονται, οἱ δὲ μητρικοὶ τῇ μητρί. τούτους εἶναι τοῦ * * * ἀλληγορικῶς εἰρηκότος Μωσέως τὰ ἐν τῷ νόμῳ γεγραμμένα.

πεποιῆσθαι δὲ τὰ πάντα ὑπὸ τοῦ Ἐλωεὶμ καὶ τῆς Ἐδέμ, καὶ τὰ μὲν ζῷα ἅμα τοῖς λοιποῖς ἀπὸ τοῦ θηριώδους μέρους, τὸν δὲ ἄνθρωπον ἀπὸ τῶν ἄνωθεν τοῦ βουβῶνος. καὶ τὴν μὲν Ἐδὲμ κατατεθεῖσθαι ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτῆς δύναμις ἦν, <Ἐλωεὶμ δὲ πνεῦμα>. #x003E;.

τοῦτον δὲ πρὸς τὸν ἀγαθὸν καὶ καταλελοιπέναι τὴν Ἐδέμ· ἐφ᾿ ᾧ ὀργισθεῖσαν [*](7f vgl. S. 205, 20—23 — 10—24 vgl. S. 126, 29—127, 27 S. 127, 27—128, 3 — 29 S. 129, 5.) [*](2 + τὸν Gö. 4 υἱοὺς Gö. (H): αἰτίους Ρ 5 οἳ τούτου Gö.: ὅσοι τούτου Cruice 8 χωρήσωσι (nicht χρήσωσι) Ρ 11 θηλυκὴν Gö. θῆλυν Ρ 13 τοῦτο? Holl λεγόμενος Η: λεγόμενον Ρ 15 + δὲ Η Gö. 17 μὲν <γὰρ> We. 18 τὰ κάτω Η Gö.: καὶ κάτω Ρ ἔχιδνα Ρ ὄντα Η 21 Lücke zu ergänzen aus S. 127, 11f 22 + τῷ πατρὶ συναιροῦνται PH 23 + παραδείσου ξύλα Gö. (s. H) 25 τὰ καὶ τὰ λοιπὰ ζῷα Η 26 τὴν Roeper: ἡ Ρ 27 κατατέθειται Sauppe 28 < > Η Roeper παθόντα We. 29 καταλελυπέναι Ρ)

277
ταύτην πᾶσαν τὴν ἐπιβουλὴν ποιεῖσθαι κατὰ τοῦ πνεύματος τοῦ Ἐλωείμ, ὅπερ κατέθετο ἐν τῷ ἀνθρώπῳ. καὶ τούτου χάριν ἀπεσταλκέναι τὸν πατέρα τὸν Βαροὺχ διαταττόμενον τοῖς προφήταις, ἵνα ῥυσθῇ τὸ πνεῦμα τοῦ Ἐλωείμ, καὶ πάντας ὑποσεσύρθαι ὑπὸ τῆς Ἐδέμ.

ἀλλὰ καὶ τὸν Ἡρακλέα φάσκει προφήτην γεγονέναι, ἡττῆσθαι δὲ αὐτὸν ὑπὸ τῆς Ὀμφάλης, τουτέστιν ὑπὸ τῆς Βάβελ, ἣν Ἀφροδίτην ὀνομάζουσιν. ὕστερον δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου γεγονέναι τὸν [δὲ] Ἰησοῦν υἱὸν Μαρίας καὶ Ἰωσήφ, ᾧ τὸν Βαροὺχ φάσκει λελαληκέναι·

καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις πειθομένων 〈τὸ μὲν πνεῦμα〉 σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.