Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Θαλοῦ τοίνυν Ἀναξίμανδρος γίνεται ἀκροατής. Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἡς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους. ταύτην δὲ ἀίδοιν εἶναι καὶ ἀγήρω, ἢν καὶ πάντας περιέχειν τοὺς κόσμους. λέγει δὲ χρόνον ὡς ὡρισμένης τῆς γενέσεως καὶ τῆς οὐσίας καὶ τῆς φθορᾶς.

οὑτος μὲν ἀρχὴν καὶ στοιχεῖον εἴρηκεν τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. πρὸς δὲ τούτῳ κίνησιν εἶναι, ἐν ᾐ συμβαίνει γίνεσθαι γίνεσθαι τοὺς οὐρανούς.

τὴν δὲ γῆν εἶναι μετέωρον ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν δὲ διὰ τὴν ὁμοίαν πάντων ἀπόστασιν· τὸ δὲ σχῆμα αὐτῆς γυρόν, συρογγὐλον, κίονι λίθῳ παραπλήσιον. τῶν δὲ ἐπιπέδων ᾦ μὲν ἐπιβεβήκαμεν, ὄ [*](4f Cedrenus Ι 276, 12-14 — 13-S. 18, 19 doxogi-aphische von Theophrast abhängige Quelle, s. Dox. S. 146 ff — 14 — 17. 20 — 23 Cedrenus I 15—21) [*](6 ἐπὶ Β 7 αὐτῶν HSS, verb. Usener 8 καὶ > ἡμῖν] νῦν? 10 θαλλῆν L ἐξειπόντα Β 11 ἡθικῆς LOT: ἡθικὴν Β 11 f διαλεκτικῆς LOT: διαλεκτικὴν Β 13 περὶ ἀναξιμάνδρου Β θαλλοῦ L0 15 ἀφ' ἦς γενέσθαι Cedr. τοὺς — κόσμους Ritter (s. Dox. 476, 8. 133): τὸν — κόσμον HSS Cedr. 16 ἤν > Cedr. 18 μὲν] + οὖν Τ, vgl. S. 9,15 19 τούτων 20 συμβαίνειν Roeper, doch s, S. 11, 3 τοὺς ἀνθρώπους Β 21 ὑπὸ μηδενὸς Τ Cedr: ὑπ' οὐδενὸς LOB δὲ Gedr.: > HSS 22 ἀνάστασιν Cedr. ed. aber ἀπόστασιν die HSS des Cedr. γυρόν Roeper: ὑγρόν HSS Cedr. 23 κίονι λίθῳ Wolf (vgl. Diels Dox. S. 218): χιόνι λίθῳ HSS, χιονῶδες λίθῳ Cedr. κίονι λιθῷ Theophrast, λίθέῃ κίονι? Anax. nach Diels; nach Zeller 1226 Anm. 4 stand in der Vorlage κυλίνδρῳ) ὃ μὲν HSS, verb. Gronov 23 f ὃ δὴ L B)

11
δὲ ἀντίθετον ὑπάρχει.

τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποκριθέντα τοῦ κατὰ τὸν κόσμον πυρός, περιληφθἐντα δ' ὑπὸ ἀέρος. ἐκπνοὰς δ’ ὑπάρξαι πόρους τινὰς αὐλώδεις, καθ' οὔς φαίνεται τὰ ἄστρα· διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι.

τὴν δὲ σελήνην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην κατὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσαπλασίονα τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἢλιον, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους.

τὰ δὲ ζῷα γίνεσθαι * * * ἐξατμιζόμενα ὑπὸ τοῦ ἡλίου. τὸν δὲ ἄνθρωπον ἑτέρῳ ζῷῳ γεγονέναι, τούτεστιν ἰχθύϊ, παραπλήσιον κατ ἀρχάς.

ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν τοῦ ἀέρος ἀποκρινομένων καὶ ὂταν ἀθροισθῶσι κινουμένων, ὑετοὺς δὲ ἐκ τῆς ἀτμιδος τῆς † ἐκ τῶν ὑφ’ ἥλιον ἀναδιδομένης· ἀστραπὰς δέ, ὂταν ἄνεμος ἐμπίπτων διϊστᾷ τὰς νεφέλας. οὖτος ἐγένετο κατὰ ἔτος τρίτον τῆς τεσσαρακοστῆς δευτέρας ὀλυμπιάδος.