Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐμπεδοκῆς δὲ μετὰ τούτους γενόμενος καὶ περὶ δαιμόνων φύσεως εἶπε πολλά, ὡς ἀναστρέφονται διοικοῦντες τα κατὰ τὴν γῆν ὄντες πλεῖστοι. οὖτος τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν ἔφη· καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν, καὶ συνεστάναι ἐκ πυρὸς τὰ πάντα καὶ εἰς πῦρ ἀναλυθήσεσθαι· ᾦ σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται δόγματι, ἐκπύρωσιν προσδοκῶντες.

μάλιστα δὲ πάντων συγατατίθεται τῇ μετενσωματώσει, οὔτως είπών·

  • ἤτοι μὲν γὰρ ἐγὼ ἐγενόμην κοῦρός τε κόρη τε
  • θαμνός τε οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.
  • οὖτος πάσας εἰς πάντα τὰ ζῷα μεταλλάττειν εἶπε τὰς ψυχάς. καὶ γὰρ ὁ τούτων διδάσκαλος Πυθαγόρας ἔφη ἑαυτὂν Εὔφορβον τὸν ἐπὶ Ἴλιον στρατεύσαντα, φάσκων ἐπιγινώσκειν τὴν ἀσπίδα. ταῦτα μὲν ὁ Ἐμπεδοκλῆς.