Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὄροις περιέλαβον ὁμόδοξοι γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ.

καὶ αὐτοὶ δὲ τὸ καθ’ εἱμαρμένην εἶναι πάντα διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾐ ἐξηρτημένος κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται, ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης οἷον τῆς εἱμαρμένης· ἐὰν δὲ μὴ βούληται ἔπεσθαι, πάντως ἀναγκασθήσεται· τὸ αὐτὸ δή που καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως· εἰς τὸ πεπρωμένον εἰσελθεῖν.

τὴν δὲ [*](2f S. zu VII 19, 2 — 3—5 Cedr. 282,5 — 7 τὴν γὰρ ψυχὴν ὅλου — — 5 — 11 S. die Parallelen Dox. ρ. 246, Tertall. Apol. c. 3 und den Anfang der Commentare von Simplicius, Johannes Philoponus, Ammoniua zu Arist. Kategorien; Clemens Strom. VII lOS S. 76, 20ff St.— 7—11 frei excerpiert Cedr. — 14—16 vgl. V. Arnim, Stoicorum fragm. I p. 41 fr. 153 —14 —17. 22—S. frei excerpiert Cedr. 282, —18 — 16—21 v. Ai-nim a. a. 0. II 284 fr. vgl. Kleanthes fr. 527 Arnim — 22—S. 26, 4 vgl. v. Arnim, Stoic. fr. p. 223 fr. 807) [*](3f ψυχὴν ὅλου τοῦ κόσμου Cedr. τὴν μὲν Roeper: τοῦ μὲν HSS 9 γὰρ καὶ Τ 12 περὶ (τῶν O) στωικῶν Β Ο 12 οἱ δὲ στωικοὶ Τ 15 δίκην Τ 16 πάντα Τ: τὰ πάντα (εἶναι>) Cedr., πάντη 18 ἕπεσθαι Λ·αὶ μὴ καὶ ἕπεται ἑκών Alenage zu Diog. VII 149, danach ἕπεται <ἑκών> Wolf 19 f τῆς εἱμαρμένης > Roeper 20—22 Τ hat im Texte folgende Paraphrase: δὲ μὴ βούληται, πάντως ἕλκεσθαι αὐτὸν ἀνάγκη. οὔτως καὶ οἱ ἄνθρωποι ἐὰν μὴ ἕποιντο (lies μὲν ἕπωνται) τῇ εἱμαρμένῃ, δοκοῦσιν αὐτεξούσιον (lies αὐτεξούσιοι) εἶναι σωζομένου καὶ τοῦ λόγου τῆς εἱμαρμένης, ἐὰν δὲ μὴ βούλωνται ἕπεσθαι. πάντως ἀναγκασθήσονται εἰς τὸ πεπρωμένον εἰσελθεῖν 22 ἐλθεῖν Usener)

26
ψυχὴν λέγουσιν ἀθάνατον, εἶναι δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν. ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν.

προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου, οἱ μὲν παντός, οἱ δὲ μέρους, καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἐτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν.

σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ † ἀνάστασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί.