Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγεν καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός’ τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμενην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν.

τὴν μὲν οὖν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. περὶ δὲ τὰ συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν. οἷον λευκὸν μέλαν· τὸ δέ ποσόν, οἷον δίπηχυ τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατὴρ υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ τὴς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι.

ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι σύμφωνός ἐστιν πλὴν τοῦ περὶ ψυχῆς δόγματος.

ὁ μὲν γὰρ Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι μετὰ τῶν ἄλλων τεσσάρων, τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος λεπτότερον, οἷον πνεῦμα.

ὁ μὲν οὖν Πλάτων μόνα ἀγαθὰ ὄντως τά περὶ ψυχὴν εἶναί φησιν καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν· ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός, ἅ ἐστι κάλλος ἰσχὺς εὐαισθησία ἀρτιότης· τά δὲ ἐκτὸς πλοῦτος εὐγένεια δόξα δύναμις εἰρήνη φιλία. τὰ δὲ ἐντὸς περὶ ψυχήν, καθὼς καὶ Πλάτωνι [*](1—19 Cedr. 281, 11—282, 5 δέκατος Ἀριστοτέλης. οὖτος ἀκρ. Πλάτωνος εἰς τέχνην - πνεῦμα — 13 εἴπομεν] S. 22, 3 — 20ff vgl. Arius Didymus bei Joh. Stob. II 124, 19 ff. 129, 6 ff fStrache a. a. 0. S. 35 ff) und Diog. Laert. V 30 — 24 vgl. S. 22, 6) [*](3 ὑποθ.] + καὶ, dann getilgt Β οἶον τὴν οὐσίαν καὶ τὸ συμβεβηκός Cedr. τὴν 2] τοῖς Cedr. 4 ποσόν — 5 πάσχειν > Cedr., folgt καὶ τὴν μὲν 6 θεόν] + καὶ Cedr. 6f ἄνθρωπον καὶ ζῷον, περὶ ἃ καὶ τὰ συμβεβηκότα Cedr. 8 τρίπτηχυ] + καὶ διπλάσιον καὶ ἥμισυ καὶ μεῖζον Cedr. 9 Ἀθήνησι Μεγάροισι Μεγάροις Cedr., Μεγαροῖ Roeper) L O Cedr.: Μεγάροισιν Ἀθήνησιν Β 11 τὸ δὲ κεῖσθαι σθαι— κατακεῖσθαι muBte Ζ. 10 nach κεκτῆσθαι stehen. Cedr. hat ποιεῖν — πάσχειν — ἔχειν — κεῖσθαι und manche Abweichungen und Zusätze 15 ψυχῆς Cedr. (Menage): ψυχὴν HSS 16 ταῦτα αὐτὴν συναφανίζεσθαι Cedr. 18 τοῦ τε — λεπτότερον > Cedr. 19 μὲν αὖ Roeper 23 ἀναισθησία Ο 24 εἰρήνη φιλία, nach Stob. II S. 129, 15. 16 W., Roeper: ἐρρωμένη φίλων HSS)

25
ἔδοξεν, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν.

τὰ δὲ κακά φησι καὶ οὗτος κατ’ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. τὴν δὲ ψυχὴν τὴν μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι καὶ αὐτὸν τὸν κόσμον ἀίδιον, τὴν δὲ καθ’ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι.

οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ Ποικίλῃ στοᾷ. ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς, Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου. ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὐν καὶ ὁ Ἀριστοτέλης.