Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἡ μὲν οὖν φυσικὴ φιλοσοφία ἀπὸ Θάλητος ἔως Ἀρχελάου διέμεινε· τούτου γίνεται Σωκράτης ἀκροατής. εἰσὶ δὲ καὶ ἔτεροι πλεῖστοι διαφόρους δόξας προενεγκάμενοι περὶ τε τοῦ θείου καὶ τῆς τοῦ παντὸς φύσεως. ὧν εἰ πάσας τὰς δόξας ἐβουλόμεθα παραθεῖναι, πολλὴν ἂν ὒλην βιβλίων ἔδει κατασκευάζειν. ὧν δὲ ἴδει μάλιστα ἐπ' ὀνόματος ὄντων καὶ ὡς εἰπεῖν κορυφαίων πᾶσι τοῖς μετέπειτα φιλοσοφήσασι γενομένων ἀφορμὰς δεδωκότων πρὸς τὰ ἐπιχειρούμενα ὑπομνησθέντες ἐπὶ τὰ ὁρμήσωμεν. ὁρμήσωμεν.