Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

11. Ὅτι Ῥωμαίων ὁ βασιλεὺς Ἀδριανός, ὃς Αἴλιος ἐπωνόμαστο, τὰ Ἱεροσόλυμα Αἰλίαν ἐξ ἑαθτοῦ μετεκαλέσατο, ὡς ἂν παντάπασι τὸ Ἰουδαίων αὐτῆς ἔθνος ἀποστήσῃ καὶ ἀπορρήξῃ καὶ μηδ’ ἐκ τῆς

[*](29—S. 98, 3 vgl. Joh. Chrys. Orat. adv. Judaeos V 11 S. 645 D. Cass. Dion. 69, 12. Euseb. H. E. IV 6, 4 u. ob. S. 96, 30)[*](* 29–S. 98, 3 Nieeph. H. E. X 32 PG 146, 537 Β 9)[*](1 ἐξαρνησαμένων, αρ durch Corr., B; vgl. ob. S. 82, 19 f | 2 τὸ Bidez τῶ B; vgl. Theodoret III 12, 3: καὶ τὸν Φίλικα δὲ καὶ τὸν Ἐλπίδιόν φασι . . . τῆς εὐσεβείας χαριζομένους τῷ δυσσεβεῖ βασιλεῖ | 5 ἐκ τοῦ στόματος auch bei Theodoret ΙΙΙ 13, 4 | 8 ἀργαλέᾳ Νic. ἀργελέα B)
98
[*](Phot.)

κλήσεως ὡς πατρίδος αὐτῆς ἀντιποιεῖσθαι πρόφασιν ἔχωσιν ἐδεδίει γὰρ αὐτῶν τὸ θερμουργὸν καὶ ῥιψοκίνδυνον μή, συναγειρόμενοι κατα πρόφασιν ὲν τῇ πόλει λατρείας, πράγματα Ῥωμαίοις παρέξουσιν.

12. Ὅτι, φησί, Βαβύλα τοῦ μάρτυρος τῶν λειψάνων μετατεθέντων, τὰ τῶν Ἑλλήνων χρηστήρια, τοῦ κατὰ τὴν Δάφνην ἀρξαμένου, χρησμοὺς ἀνεδίδου καὶ λόγια, τῆς θείας προνοίας φθέγγεσθαι μὲν αὐτοῖς ἐνδιδούσης τρεπούσης δὲ τὴν εἰς τιμὴν αὐτοῖς σπουδὴν εἰς αἰσχύνην ἄφατον. καὶ γὰρ ἐξ ὧν ἐσπούδαζε τὸ Ἑλληνικὸν τὰ δαιμόνια, ἕν ἔχοιεν ἐπὶ μᾶλλον θειάζειν αὐτά, ἐκ τούτων τὸ αὐτῶν καὶ πεπλανημένον διελέγχειν τῇ θείᾳ προνοίᾳ συνηλαύνοντο· ψευδεῖς γὰρ καὶ ἀτέλεστοι κατά γε τὸ περιφανέστατον οἱ ἐκεῖθεν χρησμοὶ ἐγνωρίζοντο. ὅθεν καὶ προθεσπισάντων ἅμα πάντων καθ ἕκαστον τῶν μαντείων ὡς Ἰουλιανὸς ὁ τοῦ βασιλέως θεῖος νοσῶν οὐ τεθνήξεται, έν αὐταῖς ταῖς τῶν χρησμῶν ἀναγνώσεσιν οἰκτρῶς ἐκεῖνος καὶ ἐλεεινῶς τὸν βίον ἀπέρρηξεν.

13. Ὅτι, φησί, Ἥρωνά τινα ἐκ Θηβῶν τῶν Αἰγυπτίων καὶ εἰς ἐπισκόπους τελέσαντα, εἶτα πρὸς Ἑλληνισμὸν μεταβαλόντα, παραχρῆμα νόσος σηπεδονώδης ἀπέλαβεν καὶ πᾶν αὐτοῦ καταβοσκηθεῖσα τὸ σῶμα βδέλυγμα πᾶσιν ὑπέδειξεν. ὁ δὲ πανταχόθεν ἀπορούμενος ἐν τοῖς ἀμφόδοις κατέκειτο, μηδ᾿ ὅντινα οὖν μηδαμόθεν ἔλεον, τῶν μὲν Χριστιανῶν παντελῶς αὐτὸν ἐκτρεπομένων, τῶν Ἑλλήνων δὲ μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον αὐτὸν ἐγνωκότων. ἀλλ’ ὁ μὲν Ἥρων πικρῶς οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώς, καὶ δὴ καὶ τοὺς ὀφθαλμοὺς ὑπ’ αὐτῶν ἐξορυχθείας, τελευτῶν εἰς

[*](16—S. 99, 4 vgl. Chronic. Paschal. a. 363 S. 548, 15. Theophan. 50, 36)[*](* 8—15 Niceph. H. E. Χ 29 PG 140, 528 AC — 16—S. 99,4 ebd. 532 A 12)[*](1 ἔχωσιν Val. u. Nie. ἐχούσησ B, Val. vermutet auch ἔχον oder ἕξον, aber zieht ἔχωσιν vor; Nie. hat die Stelle umgearbeitet | 2 αὐτῶν Nie. αὐτ(ὴν) Β 3 κατὰ πρόφασιν τῆς ἐν τῇ πόλει νενομισμένης λατρείας Nie. | παρέξωσιν B, ich corrigiere; vgl. ob. S. 58, 3 ff | 5 τὴν > ed. | 7 ἐς ed. | 8 ἐσπούδαζε] ἐσπουδάζετο Β, B, corr. Nie; vgl. unt. S. 105, 32 | 12 προθεσπεσάντων, das zweite ε in ι corr., B | 14 ταῖς > ed. | 18 vgl. σηπεδόνος νόσον Chron. Pasch. ob ἐπέλαβε wie Nic.? | αὐτοῦ > ed. | 23 οὕτωσ, οὕ aus ov co r., B 24: καὶ Θεότεκνος δέ τις wie Chrou. Pasch.)
99

μανίαν ἐτράπη καὶ τὴν ἑαυτοῦ γλῶτταν καταφαγὼν ἐκ πικρῶν [*](Phot.) βασάνων εἰς πολὺ χαλεπώτερα παρεπέμφθη κολαστήρια. καὶ πολλὰ τοιαῦτα τὸ θεῖον ἐτερατούργει, ἀντιρροπους τας ποινας παρα των ἀναίδην ἀσεβούντων εἰσπραττόμενον.