Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ Πρόκλου ἐπισκόπου, ὁποῖος τις ἦν.

Πρόκλος ἐκ πρώτης ἡλικίας ἀναγνώστης ἐτύγχανεν ὢν, ἐφοίτα τε εἰς διδασκάλους, καὶ ῥητορικῆς ἐγίνετο ζηλωτής: τελέσας δὲ εἰς ἄνδρα τὰ πολλὰ παρῆν τῷ ἐπισκόπῳ Ἀττικῷ, ὑπογραφεὺς αὐτοῦ τῶν λόγων γενόμενος. Προκόψαντα δὲ αὐτὸν καὶ ἐν τῇ τάξει τῆς διακονίας Ἀττικὸς προηγάγετο: ἀξιωθεὶς δὲ καὶ πρεσβυτερίου, ὡς προεῖπον, ὑπὸ Σισιννίου πρὸς τὴν Κυζίκου ἐπισκοπὴν προεβλήθη. [*](Cp. c. 28.) Ταῦτα μὲν ἤδη πρότερον ἐγένετο: τότε δὴ τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας τὸν θρόνον ἐκληρώθη. Ἦν δὲ ἀνὴρ ἀγαθὸς τὸ ἦθος, εἰ καί τις ἄλλος: ὑπὸ γὰρ τῷ Ἀττικῷ παιδευθεὶς πάντα αὐτοῦ τὰ χρηστὰ ἐμιμήσατο: τὴν δὲ ἀνεξικακίαν πλέον ἢ ἐκεῖνος ἐξήσκησεν. Ὁ μὲν γὰρ τοῖς αἱρεσιώταις φοβερὸν ἐν καιρῷ ἑαυτὸν ἐπεδείκνυεν, οὗτος δὲ προσηνὴς τοῖς πᾶσιν ἐγίνετο: τούτῳ δὲ μᾶλλον αὐτοὺς ἢ βίᾳ προσάγεσθαι προνοῶν. Αἵρεσιν [*]([dh/. *wal.]) γὰρ οὐδεμίαν σκύλλειν αἱρούμενος, τὸ ἀξίωμα τῆς πρᾳότητος τῇ ἐκκλησίᾳ φυλάξας ἀπέδωκε, κατὰ τοῦτο τὸ μέρος τὸν βασιλέα μιμούμενος Θεοδόσιον. Ἐκείνῳ μὲν γὰρ ἐκέκριτο κατὰ τῶν ὑπαιτίων μὴ χρήσασθαι τῇ βασιλικῇ ἐξουσίᾳ: τούτῳ δὲ, μικρὰ φροντίσαι τῶν μὴ φρονούντων περὶ Θεοῦ, ᾗ ἐφρόνει αὐτός.

Ὅτι πολὺν καταβάλλεται λόγον ὁ συγγραφεὺς περὶ τῆς καλοκαγαθίας τοῦ [*](Cp. c. 22.) βασιλέως Θεοδοσίου τοῦ νέου.

Ἐπὶ τούτοις μὲν οὖν καὶ ὁ βασιλεὺς αὐτὸν ἀπεδέχετο: καὶ γὰρ αὐτὸς τοῖς ἀληθῶς ἱερωμένοις ἐφάμιλλος ἦν, καὶ οὐδαμοῦ τοὺς διώκειν ἐθέλοντας ἀπεδέχετο. Τολμήσας δ̓ ἂν εἴποιμι, ὅτι τῇ πρᾳότητι καὶ πάντας τοὺς ἀληθῶς ἱερωμένους ἐνίκα: καθάπερ ἡ βίβλος τῶν Ἀριθμῶν ἐπὶ Μωϋσέως φησὶ, Καὶ ὁ ἄνθρωπος [*](Num. xii. 3.) Μωϋσῆς πρᾷος σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς, τουτέστι καὶ νῦν εἰπεῖν, ὅτι ὁ βασιλεὺς Θεοδόσιος πρᾳῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Διὰ ταύτην γὰρ αὐτοῦ τὴν πρᾳότητα καὶ ὁ Θεὸς τοὺς πολεμίους

326
αὐτῷ δίχα πολεμικῶν ἀγώνων ὑπέταττεν: ὡς ἔδειξεν τά τε κατὰ τοῦ τυράννου Ἰωάννου τρόπαια, καὶ ἡ ἐπιγενομένη μετὰ ταῦτα τῶν βαρβάρων ἀπώλεια. Οἶα γὰρ τοῖς πάλαι δικαίοις ὑπῆρχε παρὰ Θεοῦ, τοιαῦτα καὶ ἐπὶ τῶνδε τῶν χρόνων τῷ θεοφιλεστάτῳ [*](Cp. vi. pref.) βασιλεῖ παρεῖχεν ὁ τῶν ὅλων Θεός. Καὶ οὐ κολακείᾳ ταῦτα γράφω, ἀλλὰ μετὰ τῆς ἀληθείας τὰ πᾶσι γενόμενα γνώριμα παραθήσομαι.

Ὁποῖα πεπόνθασιν οἱ βάρβαροι οἱ τῷ τυράννῳ Ἰωάννῃ συμμαχήσαντες.

Μετὰ γὰρ τὴν τοῦ τυράννου ἀναίρεσιν οἱ βάρβαροι, οὓς ἐκεῖνος πρὸς βοήθειαν κατὰ Ῥωμαίων ἐκάλεσεν, ἕτοιμοι ἦσαν κατατρέχειν τὰ Ῥωμαίων πράγματα. Ταῦτα ὁ βασιλεὺς πυθόμενος, συνήθως τὴν περὶ τούτων φροντίδα ἐπέτρεψε τῷ Θεῷ: εὐχαῖς τε σχολάσας οὐκ εἰς μακρὰν ἐξήνυσεν ἃ ἐζήτει λαβεῖν: οἷα γὰρ δὴ καὶ ἐγένετο τοῖς βαρβάροις καλὸν ἐπακοῦσαι. Θνήσκει μὲν αὐτῶν ὁ ἔξαρχος, ᾧ ὄνομα ἦν Ῥούγας, βληθεὶς κεραυνῷ: λοιμός τε ἐπιλαβόμενος τὸ πλεῖστον τῶν ὑπ̓ αὐτῷ ἀνθρώπων διέφθειρε: καὶ οὐ τοῦτο μόνον ἐξήρκεσεν: ἀλλὰ γὰρ καὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν πολλοὺς τῶν ὑπολειφθέντων ἀνάλωσεν. Καὶ τοῦτο εἰς δέος μέγιστον τοὺς βαρβάρους κατέστησεν, οὐ τοσοῦτον ὅτι πρὸς ἔθνος γενναῖον τὸ Ῥωμαίων ὅπλα ἀνταίρειν ἐτόλμησαν, ἀλλ̓ ὅτι πλέον ὑπὸ ἰσχυροῦ Θεοῦ βοηθουμένους ἐφεύρισκον. Τότε δὴ καὶ ὁ ἐπίσκοπος Πρόκλος ἐκ τοῦ Ἱεζεκιὴλ προφητείαν, ἐπ̓ ἐκκλησίας διδάσκων, τῇ γενομένῃ ἐκ Θεοῦ σωτηρίᾳ προσαρμόσας ἱκανῶς ἐθαυμάσθη. Ἡ δὲ προφητεία ἔστιν αὕτη: [*](Ezek. xxxviii. 2, 22, 23.) Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ ἄρχοντα, Ῥὼς, Μοσὸχ, καὶ Θόβελ. Κρινῶ γὰρ αὐτὸν θανάτῳ καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ̓ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ̓ αὐτοῦ, καὶ εἰς ἔθνη πολλὰ μετ̓ αὐτοῦ. Καὶ μεγαλυνθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον πολλῶν ἐθνῶν: καὶ γνώσονται ὅτι ἐγὼ εἰμὶ ὁ Κύριος. Σφόδρα μὲν οὖν, ὡς ἔφην, ἐθαυμάσθη ἐπὶ τούτοις ὁ Πρόκλος. Τῷ δέ γε βασιλεῖ διὰ τὴν πρᾳότητα καὶ ἄλλα μὲν πλεῖστα παρεῖχεν ἡ τοῦ Θεοῦ πρόνοια: ἓν δὲ κἀκεῖνο.

327

Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁ νέος Εὐδοξίαν ἔγημε τὴν θυγατέρα Θεοδοσίου.

Ἦν αὐτῷ θυγάτηρ ἐκ τῆς γαμετῆς Εὐδοκίας, ὄνομα Εὐδοξία: ταύτην Οὐαλεντινιανὸς ὁ ἀνεψιὸς, ὁ ὑπ̓ αὐτοῦ τῶν ἑσπερίων μερῶν καταστὰς βασιλεὺς, ᾔτησε πρὸς γάμον λαβεῖν. Ὡς δὲ ὁ βασιλεὺς ἐπένευσε Θεοδόσιος, καὶ ἐβουλεύοντο ἐν μεσαιχμίῳ που τοὺς γάμους τελέσαι, ἐδόκει δὲ μερισαμένους τὴν ὁδὸν ἐν τῇ Θεσσαλονίκῃ τοῦτο ποιῆσαι, μηνύει Οὐαλεντινιανὸς, μὴ σκύλλεσθαι, αὐτὸς γὰρ ἥξειν εἰς τὴν Κωνσταντινούπολιν. Ἀσφαλισάμενος οὖν τὰ ἑσπέρια μέρη αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν παραγίνεται τοῦ γάμου χάριν. Οὗ ἐπιτελεσθέντος ἐν ὑπατείᾳ Ἰσιδώρου [*](A.D. 436.) καὶ Σινάτορος, λαβὼν τὴν γαμετὴν, αὖθις ἐπὶ τὰ ἑσπέρια μέρη ἀνέδραμεν: τοιοῦτο μὲν οὖν καὶ τόδε τῷ βασιλεῖ εὐτύχημα γέγονεν.

Ὡς ὁ ἐπίσκοπος Πρόκλος πέπεικε τὸν βασιλέα τὸ σῶμα Ἰωάννου μετακομίσαι εἰς Κωνσταντινούπολιν ἀπὸ τῆς ἐξορίας, καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ καταθέσθαι.

Οὐκ εἰς μακρὰν δὲ μετὰ τόνδε τὸν χρόνον καὶ ὁ ἐπίσκοπος Πρόκλος τοὺς χωριζομένους διὰ τὴν τοῦ ἐπισκόπου Ἰωάννου καθαίρεσιν ἐπανήγαγε, φρονήσει παραμυθησάμενος τὴν λύπην αὐτῶν: τί δὲ τοῦτο ἦν λεκτέον. Τὸ σῶμα Ἰωάννου ἐν Κομάνοις τεθαμμένον, βασιλέα πείσας, τριακοστῷ πέμπτῳ ἔτει μετὰ τὴν καθαίρεσιν, εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισε. Καὶ μετὰ πολλῆς τιμῆς δημοσίᾳ πομπεύσας αὐτὸ εἰς τὴν ἐπώνυμον τῶν Ἀποστόλων ἐκκλησίαν ἀπέθετο. Πεισθέντες οὖν ἐπὶ τούτῳ οἱ δἰ αὐτὸν χωριζόμενοι τῇ ἐκκλησίᾳ ἡνώθησαν: καὶ γέγονεν τῇ ἑξκαιδεκάτῃ [*](A.D. 438.) ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου, περὶ τὴν ἑβδόμην καὶ εἰκάδα τοῦ Ἰαννουαρίου μηνός. Θαυμάσαι δέ μοι ἔπεισι, πῶς ὁ φθόνος Ὠριγένους μὲν τελευτήσαντος ἥψατο, Ἰωάννου δὲ ἐφείσατο. Ὁ μὲν γὰρ μετὰ διακόσια ἔτη που τῆς ἑαυτοῦ τελευτῆς ὑπὸ Θεοφίλου ἀκοινώνητος γέγονεν: Ἰωάννης δὲ τριακοστῷ πέμπτῳ ἔτει μετὰ

328
τὴν τελευτὴν εἰς κοινωνίαν ὑπὸ Πρόκλου ἐδέχθη. Τοσοῦτον Πρόκλος Θεοφίλου τῷ τρόπῳ διήνεγκεν: ἀλλὰ ταῦτα μὲν ὅπως γέγονέ τε καὶ ἀεὶ γίνεται, τοὺς σωφρονοῦντας οὐ διαφεύγει.

Περὶ τοῦ θανάτου Παύλου τοῦ Ναυατιανῶν ἐπισκόπου, καὶ τοῦ μετ̓ αὐτὸν χειροτονηθέντος Μαρκιανοῦ.

Ὀλίγον δὲ μετὰ τὴν τοῦ σώματος Ἰωάννου ἀπόθεσιν καὶ Παῦλος ὁ τῆς τῶν Ναυατιανῶν ἐκκλησίας ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτῇ, περὶ τὴν μίαν καὶ εἰκάδα τοῦ Ἰουλίου μηνός. Ὃς τῇ ἑαυτοῦ ἐκκομιδῇ πάσας τὰς διαφόρους αἱρέσεις τρόπον τινὰ μίαν ἐκκλησίαν εἰργάσατο. Πᾶσαι γὰρ αὐτοῦ τὸ σῶμα ἄχρι τοῦ μνήματος σὺν ψαλμῳδίαις παρέπεμπον, ἐπείπερ καὶ ζῶν διὰ βίου ὀρθότητα πάσαις ἐπέραστος ἦν. Ἐπεὶ δὲ Παῦλος ἄξιον μνήμης τελευτᾷν μέλλων διεπράξατο, χρειῶδες εἶναι ἡγοῦμαι τῇδε τῇ ἱστορίᾳ αὐτὸ προσθεῖναι, πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων αὐτῇ. Ὅτι μὲν γὰρ ἀρρωστῶν τῇ συνήθει τῆς ἀσκήσεως διαίτῃ ἐχρῆτο, μηδαμῶς παρεκβαίνων αὐτὴν, καὶ ὡς οὐ διέλιπε τὰς εὐχὰς ἀόκνως ἐκτελῶν, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ περὶ τοῦτο διατρίβων ἀμαυρώσω τὴν ἀξίαν μνήμης, ὡς ἔφην, καὶ ἐπωφελῆ πρᾶξιν αὐτοῦ. Τίς δέ ἐστιν ἤδη λεκτέον: μέλλων τελευτᾷν, πάντας τοὺς τῶν ὑπ̓ αὐτὸν ἐκκλησιῶν ἱερωμένους μεταπεμψάμενος, Φροντίσατε, ἔφη, ἀναδεῖξαί τινα ἐπίσκοπον, ἕως ἔτι ἐν πνέουσιν εἰμί: ἵνα μὴ μετὰ ταῦτα ταραχὴν αἱ ἐκκλησίαι ὑμῶν ὑπομείνωσι. Τῶν δὲ λεγόντων, μὴ αὐτοῖς τὴν περὶ τούτου ψῆφον ἐπιτρέπειν, ἄλλος γὰρ ἄλλο κριτήριον ἔχοντες οὐδαμῶς τὸν αὐτὸν ὀνομάσαιμεν, ἀλλ̓ αὐτόν σε ἀναδεικνύναι ὃν βούλει αἱρούμεθα. Οὐκοῦν, ἔφη ὁ Παῦλος, ἔγγραφόν μοι τὴν ὁμολογίαν ταύτην ἐπίδοτε, ὅτι τοῦτον αἱρεῖσθε, ὃν ἂν ἐγὼ αὐτὸς ψηφισαίμην. Τῶν δὲ τοῦτο ποιησάντων καὶ ὑπογραψάντων, αὐτὸς ἀνακαθίσας τῆς κλίνης καὶ λαθὼν τοὺς παρόντας ἐνέγραψεν ὄνομα Μαρκιανοῦ: ὃς ἐν μὲν τῇ τῶν πρεσβυτέρων τάξει ἐτέτακτο, καὶ ὑπ̓ αὐτῷ τὸν ἀσκητικὸν ἐπαιδεύετο βίον, ἀπεδήμει δὲ τηνικαῦτα. Εἶτα σφραγίσας αὐτὸς, καὶ τοὺς πρώτους τοῦ πρεσβυτερίου ἐπισφραγίσαι ποιήσας, παρέθετο τοῦτο τὸ βιβλίον Μάρκῳ, ὅστις

329
ἐν Σκυθίᾳ Ναυατιανῶν ἐπίσκοπος ἦν, τότε δὲ ἐπεδήμει τῇ πόλει: καὶ τάδε ἔφη πρὸς αὐτόν: Εἰ μὲν θέλει Θεὸς ἔτι με περιεῖναι εἰς τόνδε τὸν βίον, τήνδε μοι παρακαταθήκην φυλάξας ἀπόδος: εἰ δέ με δοκεῖ αὐτῷ μεταστῆσαι, ἐν τούτῳ εὑρήσεις τὸν ὑπ̓ ἐμοῦ μετ̓ ἐμὲ ψηφισθέντα ἐπίσκοπον. Ταῦτα εἰπὼν ἐτελεύτησε. Τρίτῃ οὖν μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἀνελίξαντες τὸ βιβλίον ἐπὶ πλήθους πολλοῦ, καὶ εὑρόντες τὸ Μαρκιανοῦ ὄνομα, πάντες μὲν ἄξιον εἶναι ἐβόων: καὶ μὴ μελλήσαντες ἐξαπέστειλαν τοὺς συλληψομένους αὐτόν. Οἱ δὲ δόλῳ ἀγαθῷ ἐν Τιβερίου πόλει τῆς Φρυγίας διάγοντα συλλαβόντες ἄγουσι, καὶ περὶ τὴν μίαν καὶ εἰκάδα τοῦ αὐτοῦ μηνὸς χειροτονηθέντα ἐνθρονίζουσι. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω.

Ὡς ὁ βασιλεὺς Θεοδόσιος Εὐδοκίαν τὴν ἑαυτοῦ γαμετὴν εἰς τὰ Ἱεροσόλυμα ἐξαπέστειλε.

Ὁ μέντοι βασιλεὺς Θεοδόσιος χαριστηρίους εὐχὰς ἀνθ̓ ὧν εὐηργέτητο προσέφερε τῷ Θεῷ: καὶ ταῦτα ἐποίει ἐξαιρέτοις τιμαῖς γεραίρων τὸν Χριστόν. Καὶ τὴν γαμετὴν Εὐδοκίαν ἐπὶ τὰ Ἱεροσόλυμα ἔπεμπεν: καὶ γὰρ αὐτὴ ταύτην εὐχὴν ἐπιτελέσειν ἐπηγγέλλετο, ἐὰν τὴν θυγατέρα γαμηθεῖσαν ἐπόψηται. Ἀλλὰ αὕτη μὲν καὶ τὰς περὶ Ἱεροσόλυμα ἐκκλησίας καὶ πάσας τὰς ἐν ταῖς ἀνατολικαῖς πόλεσι ποικίλως ἐτίμησεν, ἔν τε τῷ ἀπιέναι καὶ αὖθις ἐπανιοῦσα.

Περὶ Θαλασσίου τοῦ Καισαρείας Καππαδοκίας ἐπισκόπου.

Πρόκλος δὲ ὁ ἐπίσκοπος κατὰ τὸν αὐτὸν τοῦτον χρόνον, περὶ τὴν ἑπτακαιδεκάτην ὑπατείαν τοῦ βασιλέως, πράγματι θαυμαστῷ [*](A.D. 439.) ἐπεχείρησε, καὶ οἷον οὐδεὶς τῶν πάλαι ἐπισκόπων πεποίηκε. Φίρμου γὰρ τοῦ ἐπισκόπου ἐν Καισαρείᾳ τῆς Καππαδοκίας τελευτήσαντος, παρῆσαν Καισαρεῖς ζητοῦντες ἐπίσκοπον. Ὡς δὲ διεσκέπτετο τίνα πρὸς τὴν ἐπισκοπὴν προχειρίσαιτο, συνέβη κατὰ θέαν αὐτοῦ ἐν ἡμέρᾳ σαββάτων πάντας τοὺς τῆς γερουσίας συγκλητικοὺς ἐπὶ τὴν ἐκκλησίαν παρεῖναι. Ἐν οἷς ἦν καὶ Θαλάσσιος, ἀνὴρ τὴν

330
ὕπαρχον χειρίσας ἀρχὴν τῶν ἐν Ἰλλυρικοῖς ἐθνῶν τε καὶ πόλεων. Μέλλοντι δὲ αὐτῷ, ὡς φήμη ἐκράτει, τὴν τῶν ἑῴων μερῶν ἐγχειρίζεσθαι παρὰ τοῦ βασιλέως φροντίδα, ἐπιβαλὼν χεῖρα ὁ Πρόκλος ἀντὶ ὑπάρχου ἐπίσκοπον τῆς Καισαρείας ἀνέδειξεν. Ἀλλὰ τὰ μὲν κατὰ τὰς ἐκκλησίας οὕτω προέκοπτεν: ἡμεῖς δὲ ἐνταῦθά που τὴν ἱστορίαν καταπαύσαντες, ἐν εἰρήνῃ διάγειν τὰς πανταχοῦ ἐκκλησίας καὶ πόλεις καὶ ἔθνη εὐχόμεθα. Εἰρήνης γὰρ οὔσης, ὑπόθεσιν οἱ ἱστοριογραφεῖν ἐθέλοντες οὐχ ἕξουσιν: ἐπεὶ καὶ ἡμεῖς, ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, τὸ ἐπίταγμά σου ἐν ἑπτὰ βιβλίοις ἐκτείναντες, οὐκ ἂν ηὐπορήσαμεν ὑποθέσεως, εἰ οἱ φιλοῦντες τὰς στάσεις ἡσυχάζειν προῄρηντο. Περιέχει ἡ ἱστορία ἡ ἑβδόμη χρόνον ἐτῶν τριάκοντα δύο: ἡ δὲ πᾶσα τῆς ἑπτατόμου ὑπόθεσις περιέχει χρόνον ἐτῶν ἑκατὸν τεσσαράκοντα: ἀρξαμένη δὴ ἀπὸ τοῦ πρώτου ἔτους τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, ἐν ᾗ ἀνηγορεύθη βασιλεὺς Κωνσταντῖνος, καταπαύσασα δὲ ἐπὶ τὸ δεύτερον [*](A.D. 439.) ἔτος τῆς τριακοσιοστῆς πέμπτης Ὀλυμπιάδος, ἐν ᾗ ἡ ἑπτακαιδεκάτη ὑπατεία τοῦ βασιλέως Θεοδοσίου δέδοτο. Τέλος ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους σχολαστικοῦ.